Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 16
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 16.9
Not analysed yet
Τοσαῦτα εἰπὼν Βελισάριος καὶ τὸν ξύλλογον διαλύσας, ἐπεὶ ἤκουσε Σύλλεκτον πόλιν ἡμέρας ὁδὸν τοῦ στρατοπέδου διέχουσαν ἐπὶ θαλάσσῃ εἶναι ἐν τῇ ἐπὶ Καρχηδόνα φερούσῃ, ἧς τὸ μὲν τεῖχος ἐκ παλαιοῦ καθῃρημένον ἐτύγχανεν, οἱ δὲ ταύτῃ ᾠκημένοι τοὺς τῶν οἰκιῶν τοίχους πανταχόθεν ἀποφράξαντες διὰ τὰς τῶν Μαυρουσίων ἐπιδρομὰς περιβόλου ἐφύλασσον σχῆμα, τῶν δορυφόρων ἕνα Βοριάδην ἅμα τῶν ὑπασπιστῶν τισιν ἔστελλεν, ἐπαγγείλας αὐτοῖς τῆς τε πόλεως ἀποπειρᾶσθαι καί, ἢν ἕλωσι, κακὸν μὲν μηδὲν ἐν αὐτῇ δρᾶσαι, ἐπαγγείλασθαι δὲ ἀγαθὰ μυρία, καὶ ὡς ἐπὶ τῇ αὐτῶν ἐλευθερίᾳ ἥκοιεν, ὥστε εἰσιτητὰ τῷ στρατῷ ἐς αὐτὴν γενέσθαι.