Ancient Greek · ~7 min
16.9 to 16.19
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 16.9-2-19
Not analysed yet
καὶ ἦν γάρ τις αὐτῷ ἐκ τῶν ἐν Καρχηδόνι στρατιωτῶν ἐλπὶς ἀποστάσεως πέρι, ᾤετό τε αὐτούς, ἤν που σφίσιν ἄγχιστα γένηται, πόνῳ οὐδενὶ αὐτομολήσειν, ἐς πάντας τὴν ἐλπίδα ἐξενεγκών· ταύτῃ τε αὐτοὺς μάλιστα ἐπιρρώσας παντὶ τῷ στρατῷ ἐπὶ Καρχηδόνα κατὰ τάχος ᾔει. γενόμενός τε αὐτῆς ἄπο σταδίων πέντε καὶ τριάκοντα, ἐστρατοπεδεύσατο τῆς θαλάσσης οὐ μακρὰν ἄποθεν, καὶ Γερμανὸς ἅπαν ἐξοπλίσας τὸ στράτευμα διατάξας τε ὡς ἐς μάχην ἐξῆγε. καὶ ἐπεὶ τῆς πόλεως ἔξω ἐγένοντο, ἠκηκόει γὰρ ὅσα ἐν ἐλπίδι ὁ Στότζας εἶχε, ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε· “Ὡς μὲν οὐδὲν ἂν δικαίως, ὦ ξυστρατιῶται, βασιλεῖ μέμψεσθε οὐδέ τι αἰτιάσεσθε τῶν εἰς ὑμᾶς αὐτῷ πεπραγμένων, οὐδεὶς ἄν, οἶμαι, τῶν πάντων ἀντείποι· ὅς γε ὑμᾶς ἐξ ἀγροῦ ἥκοντας ξύν τε τῇ πήρᾳ καὶ χιτωνίσκῳ ἑνὶ ξυναγαγὼν ἐς Βυζάντιον τηλικούσδε εἶναι πεποίηκεν ὥστε τὰ Ῥωμαίων πράγματα νῦν ἐφ’ ὑμῖν κεῖσθαι. ὡς δὲ οὐ περιυβρίσθαι μόνον, ἀλλὰ καὶ τὰ πάντων δεινότατα παρ’ ὑμῶν αὐτὸν πεπονθέναι τετύχηκε, ξυνεπίστασθε καὶ ὑμεῖς δήπουθεν. ὧν δὴ τὴν μνήμην ὑμῖν ἐς ἀεὶ βουλόμενος διασώζεσθαι τὰς τῶν ἐγκλημάτων αἰτίας ἀφῆκεν, ὄφλημα τοῦτό γε αὐτῷ μόνον ὀφείλεσθαι παρ’ ὑμῶν ἀξιῶν, τὴν ὑπὲρ τῶν πεπραγμένων αἰσχύνην. ταύτῃ τοίνυν ἠγμένους ὑμᾶς μεταμανθάνειν τε τὴν πίστιν εἰκὸς καὶ τὴν πρόσθεν ἀγνωμοσύνην ἐπανορθοῦν. μετάμελος γὰρ ἐν δέοντι τοῖς ἐπταικόσιν ἐπιγινόμενος συγγνώμονας αὐτοῖς τοὺς ἠδικημένους ποιεῖν εἴωθεν, ὑπουργία τε εἰς καιρὸν ἐλθοῦσα τὸ τῶν ἀχαρίστων ὄνομα μεταβάλλειν φιλεῖ.” “Εὖ δὲ ὑμᾶς δεήσει κἀκεῖνο εἰδέναι, ὡς, ἢν ἐν τῷ παρόντι εὖνοι μάλιστα βασιλεῖ γένησθε, οὐδεμία τοῖς προλαβοῦσι λελείψεται μνήμη. πᾶσα γὰρ πρᾶξις πέφυκεν ἀεὶ τοῖς ἀνθρώποις ἐκ τῆς καταστροφῆς ὀνομάζεσθαι· ἁμάρτημά τε γεγονὸς ἅπαξ ἀποίητον μὲν οὐδ’ ἂν ἐν χρόνῳ τῷ παντὶ γένοιτο, ἐπανορθωθὲν δὲ πράξεσι τῶν αὐτὸ εἰργασμένων ἀμείνοσιν εὐπρεποῦς τε τῆς σιωπῆς ἐπιτυγχάνει καὶ ἐς λήθην ὡς τὰ πολλὰ περιίσταται.