Ancient Greek · ~7 min
17.1 to 17.9
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 17.1-2-9
Not analysed yet
Χοσρόης δὲ καὶ ὁ Μήδων στρατός, ἐπειδὴ τὴν Ἰβηρίαν ἀμείψαντες ἐν τοῖς τῆς Λαζικῆς ὁρίοις, τῶν πρέσβεων σφίσιν ἡγουμένων, ἐγένοντο, τὰ δένδρα οὐδενὸς ἀντιστατοῦντος ἐκτέμνοντες, ἅπερ ἐνταῦθα συχνά τε καὶ δεινῶς ἀμφιλαφῆ τε καὶ ὑψηλὰ ἐν χωρίοις κρημνώδεσιν ὄντα παντάπασιν ἄβατον τῇ στρατιᾷ τὴν χώραν ἐποίει, ταῦτά τε ἐς τὰς δυσχωρίας ἐρρίπτουν καὶ ὅλως εὐπετῆ τὴν ὁδὸν ἀπειργάζοντο. ἀφικομένοις τε αὐτοῖς ἐς μέσην Κολχίδα ʽοὗ δὴ τά τε ἀμφὶ Μήδειαν καὶ Ἰάσονα οἱ ποιηταὶ γεγενῆσθαι μυθολογοῦσιν’ ἐλθὼν Γουβάζης, ὁ Λαζῶν βασιλεύς, προσεκύνησεν ἅτε δεσπότην Χοσρόην τὸν Καβάδου, αὑτόν τέ οἱ ξὺν τοῖς βασιλείοις καὶ Λαζικὴν ἐνδιδοὺς ἅπασαν. Ἔστι δὲ Πέτρα πόλις ἐπιθαλασσία ἐν Κόλχοις, πρὸς τῷ Εὐξείνῳ καλουμένῳ πόντῳ, ἣν δὴ φαῦλόν τι χωρίον τὰ πρότερα οὖσαν Ἰουστινιανὸς βασιλεὺς τῷ τε περιβόλῳ καὶ τῇ ἄλλῃ κατασκευῇ ἐχυράν τε καὶ ἄλλως ἐπιφανῆ κατεστήσατο. ἐνταῦθα τὸ Ῥωμαίων στράτευμα εἶναι ξὺν τῷ Ἰωάννῃ μαθὼν ὁ Χοσρόης στρατιάν τε καὶ στρατηγὸν Ἀνιαβέδην ὡς αὐτοβοεὶ ἐξελοῦντας ἐπ’ αὐτοὺς ἔπεμψε. γνοὺς δὲ Ἰωάννης τὴν ἔφοδον οὔτε τοῦ περιβόλου τινὰ ἔξω γενέσθαι οὔτε ἀπὸ τῶν ἐπάλξεων φανῆναι τοῖς πολεμίοις ἐκέλευσεν, ἀλλὰ πᾶν ἐξοπλίσας τὸ στράτευμα πλησίον που τῶν πυλῶν ἔστησεν, ἐπιστείλας σιγῇ ἔχεσθαι, μήτε ἦχον μήτε φωνὴν ἀφιέντας τινά. οἱ γοῦν Πέρσαι ἄγχιστά που τοῦ περιβόλου γενόμενοι, ἐπεὶ οὐδὲν σφίσι πολέμιον οὔτε καθεωρᾶτο οὔτ’ ἠκούετο, ἔρημον ἀνδρῶν εἶναι τὴν πόλιν, Ῥωμαίων αὐτὴν ἐκλελοιπότων, ἐνόμιζον. διὸ δὴ ἔτι μᾶλλον ἀμφὶ τὸν περίβολον ἦλθον, ὡς κλίμακας εὐθύς, ἅτε οὐδενὸς ἀμυνομένου, ἐπιθήσοντες. πολέμιόν τε οὐδὲν οὔτε ὁρῶντες οὔτε ἀκούοντες, πέμψαντες παρὰ Χοσροην τὰ παρόντα σφίσιν ἐδήλουν. καὶ ὃς τὸ μὲν πλεῖστον τοῦ στρατοῦ πέμψας πανταχόθεν ἀποπειρᾶσθαι τοῦ περιβόλου ἐκέλευε, κριῷ τε τῇ μηχανῇ ἀμφὶ τᾶς πύλας χρῆσθαι τῶν τινι ἀρχόντων ἐπέστελλεν, ἐν δὲ τῷ λόφῳ καθήμενος ὃς δὴ τῇ πολει ὡς ἀγχοτάτω ἐπίκειται, θεατὴς τῶν πρασσομένων ἐγίνετο.