Ancient Greek · ~7 min
17.1 to 17.12
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 17.1-4-12
Not analysed yet
Χρόνον μὲν οὖν τινα ἑκάτεροι ἀλλήλοις ἀντικαθήμενοι ἔμενον. μετὰ δὲ οἱ στασιῶται οὐδὲν σφίσι προχωροῦν ἐνορῶντες ὧν προὔλεγε Στότζας, ἔδεισάν τε ἅτε τῆς ἐλπίδος παρὰ δόξαν ψευσθέντες, καὶ τὴν τάξιν διαλύσαντες ἀνεχώρησαν, ἔς τε Νουμίδας ἀπήλαυνον, οὗ δὴ αὐτοῖς αἵ τε γυναῖκες καὶ τὰ τῆς λείας χρήματα ἦσαν. ἔνθα καὶ ὁ Γερμανὸς παντὶ τῷ στρατῷ οὐκ ἐς μακρὰν ἦλθε, τά τε ἄλλα παρεσκευασμένος ὡς ἄριστα καὶ ἁμάξας πολλὰς τῷ στρατοπέδῳ ἐπαγαγόμενος. καταλαβών τε τοὺς ἐναντίους ἐν χωρίῳ ὃ δὴ Σκάλας Βέτερες καλοῦσι Ῥωμαῖοι, τὰ ἐς τὴν παράταξιν ἐξηρτύετο τρόπῳ τοιῷδε. τὰς ἁμάξας μετωπηδὸν στήσας τοὺς πεζοὺς πάντας κατ’ αὐτὰς ἔταξεν, ὧν Δόμνικος ἦρχεν, ὅπως τὰ νῶτα ἐν τῷ ἀσφαλεῖ ἔχοντες θαρσήσωσι μᾶλλον. τῶν δὲ ἱππέων ἄνδρας τε ἀρίστους καὶ τοὺς ἐκ Βυζαντίου ξὺν αὐτῷ ἥκοντας αὐτὸς ἐν ἀριστερᾷ τῶν πεζῶν εἶχε, τοὺς δὲ ἄλλους ἅπαντας ἐς κέρας τὸ δεξιὸν οὐ ξυντεταγμένους, ἀλλὰ κατὰ λόχους τρεῖς μάλιστα ἔστησε. καὶ αὐτῶν Ἰλδίγερ μὲν ἑνὸς ἡγεῖτο, ἑτέρου δὲ Θεόδωρος ὁ Καππαδόκης, τοῦ δὲ λειπομένου, μείζονος ὄντος, Ἰωάννης ὁ Πάππου ἀδελφός, τέταρτος αὐτός. οὕτω μὲν Ῥωμαῖοι ἐτάξαντο. Οἱ δὲ στασιῶται ἀντίξοοι μὲν αὐτοῖς ἔστησαν, οὐκ ἐν κόσμῳ μέντοι ταξάμενοι, ἀλλὰ βαρβαρικώτερον ἐσκεδασμένοι. εἵποντο δὲ αὐτοῖς οὐ μακρὰν ἄποθεν Μαυρουσίων μυριάδες πολλαί, ὧν ἄλλοι τε πολλοὶ καὶ Ἰαύδας καὶ Ὀρταΐας ἦρχον. οὐ μέντοι ἅπαντες πιστοὶ τοῖς ἀμφὶ τὸν Στότζαν ἐτύγχανον ὄντες, ἀλλὰ πολλοὶ παρὰ Γερμανὸν πέμποντες πρότερον ὡμολόγουν, ἐπειδὰν ἐν τῷ ἔργῳ γένωνται, ξὺν τῷ βασιλέως στρατῷ ἐπὶ τοὺς πολεμίους τετάξεσθαι. οὐ μὴν αὐτοῖς πιστεύειν παντάπασιν ὁ Γερμανὸς εἶχεν, ἐπεὶ ἄπιστον φύσει τὸ Μαυρουσίων γένος ἐστὶν ἐς πάντας ἀνθρώπους. διὸ δὴ οὐδὲ ξὺν τοῖς στασιώταις ἐτάξαντο, ἀλλ’ ὄπισθεν ἔμενον, καραδοκοῦντες τὸ ἐσόμενον, ὅπως ξὺν τοῖς νικήσουσι καὶ αὐτοὶ τὴν δίωξιν ἐπὶ τοὺς ἡσσημένους ποιήσωνται. Μαυρούσιοι μὲν τοιαύτῃ γνώμῃ οὐκ ἀναμιγνύμενοι τοῖς στασιώταις ὄπισθεν εἵποντο.