Ancient Greek · ~7 min
17.1 to 17.9
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 17.1-5-9
Not analysed yet
Βελισάριος δέ, ἐπεὶ Γότθους πανδημεὶ στρατεύεσθαι ἐπ’ αὐτὸν ἤκουσε, διηπορεῖτο. οὔτε γὰρ τοὺς ἀμφὶ Κωνσταντῖνόν τε καὶ Βέσσαν ἀπολείπεσθαι ἤθελεν, ἄλλως τε καὶ ὀλίγης οἱ τῆς στρατιᾶς παντάπασιν οὔσης, καὶ τὰ ἐν Τούσκοις ἐκλιπεῖν ὀχυρώματα ἐδόκει οἱ ἀξύμφορον εἶναι, ὅπως δὴ μὴ ταῦτα ἐπὶ Ῥωμαίοις Γότθοι ἐπιτειχίσματα ἔχοιεν. λογισάμενος οὖν Κωνσταντίνῳ τε καὶ Βέσσᾳ ἐπέστειλε φρουρὰν μὲν ἐν τοῖς ἀναγκαιοτάτοις τῶν ἐκείνῃ ἀπολιπεῖν χωρίων, ὅση δὴ φυλάσσειν αὐτὰ ἱκανὴ εἴη, αὐτοὺς δὲ τῷ ἄλλῳ στρατῷ ἐς Ῥώμην κατὰ τάχος ἰέναι. καὶ Κωνσταντῖνος μὲν κατὰ ταῦτα ἐποίει. ἔν τε γὰρ Περυσίᾳ καὶ Σπολιτίῳ φρουρὰν καταστησάμενος ξὺν τοῖς ἄλλοις ἅπασιν ἐς Ῥώμην ἀπήλαυνε. Βέσσα δὲ σχολαίτερον τὰ ἐν Ναρνίᾳ καθισταμένου ξυνέπεσε τὴν δίοδον ἐνθένδε ποιουμένων τῶν πολεμίων ἔμπλεα Γότθων τὰ ἐν τῷ προαστείῳ πεδία εἶναι. πρόδρομοι δὲ οὗτοι πρὸ τῆς ἄλλης στρατιᾶς ἦσαν· οἶς δὴ Βέσσας ἐς χεῖρας ἐλθὼν τούς τε κατ’ αὐτὸν παρὰ δόξαν ἐτρέψατο καὶ πολλοὺς κτείνας, ἐπειδὴ τῷ πλήθει ἐβιάζετο, ἐς Ναρνίαν ἀνεχώρησεν. ἐνταῦθά τε φρουροὺς ἀπολιπών, καθάπερ οἱ ἐπέστελλε Βελισάριος, ἐς Ῥώμην κατὰ τάχος ᾔει παρέσεσθαί τε ὅσον οὔπω τοὺς πολεμίους ἀπήγγελλε. Ῥώμης γὰρ Ναρνία πεντήκοντα καὶ τριακοσίοις σταδίοις διέχει. Οὐίττιγις δὲ Περυσίας μὲν καὶ Σπολιτίου ἀποπειρᾶσθαι ἥκιστα ἐνεχείρει· τὰ γὰρ χωρία ἐχυρὰ ὡς μάλιστά ἐστι, καὶ τρίβεσθαί οἱ τὸν χρόνον ἐνταῦθα οὐδαμῆ ἤθελε· μόνον γάρ οἱ ἐν ἐπιθυμίᾳ ἐγένετο Βελισάριον οὔπω ἀποδράντα ἐν Ῥώμῃ εὑρέσθαι. ἀλλὰ καὶ Ναρνίαν ἔχεσθαι πρὸς τῶν πολεμίων μαθὼν οὐδὲν ἐνταῦθα κινεῖν ἤθελε, δυσπρόσοδόν τε καὶ ἄλλως ἄναντες ὂν τὸ χωρίον εἰδώς· κεῖται μὲν γὰρ ἐν ὑψηλῷ ὄρει. ποταμὸς δὲ Νάρνος τὸν τοῦ ὄρους παραρρεῖ πρόποδα, ὃς καὶ τὴν ἐπωνυμίαν τῇ πόλει παρέσχεν. ἄνοδοί τε δύο ἐνταῦθα δὴ ἄγουσιν, ἡ μὲν πρὸς ἀνίσχοντα ἥλιον, ἡ δὲ πρὸς δύοντα.