Ancient Greek · ~7 min
18.3 to 18.12
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 18.3-12
Not analysed yet
εἰ μὴ γὰρ Βελισάριος οὕτω διῳκήσατο τὴν παράταξιν, τοὺς μὲν ἀμφὶ τὸν Ἰωάννην προτερῆσαι κελεύσας, τοὺς δὲ Μασσαγέτας ἐν ἀριστερᾷ τῆς στρατιᾶς ἰέναι, οὐκ ἄν ποτε διαφυγεῖν τοὺς Βανδίλους ἰσχύσαμεν. καὶ τούτων δὲ οὕτω Βελισαρίῳ βεβουλευμένων, εἰ τὸν καιρὸν Ἀμμάτας διεφύλαξε καὶ μὴ τοῦτον τεταρτημορίῳ τῆς ἡμέρας μάλιστα ἔφθασεν, οὐκ ἄν ποτε οὕτω Βανδίλοις διεφθάρη τὰ πράγματα· νῦν δὲ Ἀμμάτας προτερήσας ἀμφὶ μέσην ἡμέραν ἐς Δέκιμον ἧκε, μακρὰν ἀπολελειμμένων ἡμῶν τε καὶ τοῦ Βανδίλων στρατεύματος, οὐ τοῦτο μόνον ἁμαρτήσας, ὅτι οὐκ ἐν δέοντι ἀφίκετο χρόνῳ, ἀλλὰ καὶ τὸ Βανδίλων πλῆθος ἐν Καρχηδόνι ἀπολιπών, ἀπαγγείλας τε ὡς τάχιστα ἐς τὸ Δέκιμον ἥκειν, αὐτὸς ξὺν ὀλίγοις καὶ οὐδὲ ἀριστίνδην ξυνειλεγμένοις τοῖς ἀμφὶ τὸν Ἰωάννην ἐς χεῖρας ἦλθε. καὶ κτείνει μὲν τῶν ἀρίστων δώδεκα ἐν τοῖς πρώτοις ἀγωνιζομένους, πίπτει δὲ καὶ αὐτός, ἀνὴρ ἀγαθὸς ἐν τῷ ἔργῳ τούτῳ γενόμενος. καὶ ἡ μὲν τροπή, ἐπεὶ Ἀμμάτας ἔπεσε, λαμπρὰ ἐγεγόνει, φεύγοντες δὲ κατὰ κράτος οἱ Βανδίλοι ἀνεσόβουν ἅπαντας τοὺς ἐκ Καρχηδόνος ἐς Δέκιμον ἰόντας. ἐπορεύοντο γὰρ οὐδενὶ κόσμῳ οὐδὲ ὡς ἐς μάχην ξυντεταγμένοι, ἀλλὰ κατὰ συμμορίας, καὶ ταύτας βραχείας· κατὰ τριάκοντα γὰρ ἢ εἴκοσιν ᾔεσαν. ὁρῶντες δὲ Βανδίλους τοὺς ἀμφὶ τὸν Ἀμμάταν φεύγοντας, καὶ οἰόμενοι τοὺς διώκοντας παμπληθεῖς εἶναι, τρέψαντες τὰ νῶτα συνέφευγον. Ἰωάννης δὲ καὶ οἱ ξὺν αὐτῷ οἷς ἂν ἐντύχοιεν κτείνοντες ἄχρι ἐς τὰς Καρχηδόνος πύλας ἀφίκοντο. κα γέγονε φόνος Βανδίλων ἐν τοῖς ἑβδομήκοντα σταδίοις τοσοῦτος ὥστε εἰκάζειν τοὺς θεωμένους δισμυρίων πολεμίων τὸ ἔργον εἶναι. Κατὰ δὲ τὸν αὐτὸν χρόνον Γιβαμοῦνδός τε καὶ οἱ δισχίλιοι ἧκον ἐς Πεδίον Ἁλῶν, ὅπερ τεσσαράκοντα μὲν σταδίοις τοῦ Δεκίμου ἀπέχει ἐν ἀριστερᾷ εἰς Καρχηδόνα ἰόντι, ἀνθρώπων δὲ καὶ δένδρων καὶ ἄλλου ὁτουοῦν ἔρημόν ἐστι, τῆς τοῦ ὕδατος ἅλμης ἄλλο οὐδὲν ἐνταῦθα πλὴν τοὺς ἅλας ἐώσης γίγνεσθαι· ἔνθα δὴ τοῖς Οὔννοις περιπεπτωκότες ἀπώλοντο πάντες.