Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 18
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 18.37
Not analysed yet
οἱ γοῦν Πέρσαι διαρρήξαντες οὕτω τὴν τῶν ἐναντίων παράταξιν, κατὰ νώτου εὐθὺς τῆς Ῥωμαίων ἵππου ἐγένοντο. Ῥωμαῖοι δὲ κεκμηκότες ἤδη τῇ τε ὁδῷ καὶ τῷ πόνῳ τῆς μάχης νήστεις τε ἅπαντες ἐς τόδε τῆς ἡμέρας ὄντες, καὶ πρὸς τῶν πολεμίων ἑκατέρωθεν ἐνοχλούμενοι, οὐκέτι ἀντεῖχον, ἀλλ’ οἱ μὲν πολλοὶ φεύγοντες ἀνὰ κράτος ἐς τοῦ ποταμοῦ τὰς νήσους ἄγχιστά που οὔσας ἐχώρησαν, τινὲς δὲ καὶ αὐτοῦ μένοντες ἔργα θαυμαστά τε καὶ λόγου πολλοῦ ἄξια τοὺς πολεμίους εἰργάσαντο.