Ancient Greek · ~2 min
19.26 to 19.28
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 19.26-28
Not analysed yet
θάνατος γὰρ τῷ ἁλόντι ἡ ζημία ἐστί. τὰ μὲν οὖν ἀμφὶ τῇ Ἐρυθρᾷ καλουμένῃ θαλάσσῃ καὶ χώρᾳ ἣ αὐτῆς ἐφ’ ἑκάτερά ἐστι ταύτῃ πη ἔχει. Ἐκ δὲ Αὐξώμιδος πόλεως ἐς τὰ ἐπ’ Αἰγύπτου ὅρια τῆς Ῥωμαίων ἀρχῆς, οὗ δὴ πόλις ἡ Ἐλεφαντίνη καλουμένη οἰκεῖται, τριάκοντα ὁδὸς ἡμερῶν ἐστιν εὐζώνῳ ἀνδρί. ἐνταῦθα ἔθνη ἄλλα τε πολλὰ ἵδρυται καὶ Βλέμυές τε καὶ Νοβάται, πολυανθρωπότατα γένη. ἀλλὰ Βλέμυες μὲν ταύτης δὴ τῆς χώρας ἐς τὰ μέσα ᾤκηνται, Νοβάται δὲ τὰ ἀμφὶ Νεῖλον ποταμὸν ἔχουσι. πρότερον δὲ οὐ ταῦτα ἐγεγόνει τὰ ἔσχατα τῆς Ῥωμαίων ἀρχῆς, ἀλλ’ ἐπέκεινα ὅσον ἑπτὰ ἑτέρων ἐπίπροσθεν ὁδὸν ἡμερῶν·