Ancient Greek · ~3 min
19.27 to 19.32
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 19.27-32
Not analysed yet
οἱ δὲ βάρβαροι οὐκέτι ἀντέχειν τῇ προσεδρείᾳ οἰόμενοι, ἐπεὶ αὐτοῖς ἅπαντες ἤδη οἱ ἡγεμόνες ἀνῄρηντο, φεύγειν τε κατὰ τάχος καὶ τὸ φρούριον ἀπολιπεῖν ἔγνωσαν. αὐτίκα γοῦν ἅπαντες σιγῇ τε καὶ οὐδεμίαν τοῖς πολεμίοις αἴσθησιν παρεχόμενοι ἔφευγον, οἵ τε Ῥωμαῖοι ἐς τὴν ἀναχώρησιν ἅμα ἡμέρᾳ παρεσκευάζοντο. καὶ ἐπειδὴ ἐν τῷ τείχει οὐδείς, καίπερ πολεμίων ἀναχωρούντων, ἐφαίνετο, ἐθαύμαζόν τε καὶ ἐς ἀλλήλους ἐπὶ πλεῖστον διηποροῦντο. ξὺν ταύτῃ τε τῇ ἀμηχανίᾳ τὸ φρούριον περιιόντες ἀνακεκλιμένην τὴν πυλίδα εὑρίσκουσιν ὅθεν δὴ οἱ Μαυρούσιοι ᾤχοντο φεύγοντες. ἔς τε τὸ φρούριον ἐσελθόντες ἐν ἁρπαγῇ ἅπαντα ἐποιήσαντο, διώκειν μέντοι ἤκιστα τοὺς πολεμίους διενοοῦντο, ἄνδρας κούφως τε ἐσταλμένους μένους καὶ τῶν ἐκείνῃ χωρίων ἐμπείρους. καὶ ἐπειδὴ ἅπαντα ἐληίσαντο, φύλακας τοῦ φρουρίου καταστησάμενοι πεζῇ ἅπαντες ἐχώρουν πρόσω.