Ancient Greek · ~7 min
19.4 to 19.16
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 19.4-2-16
Not analysed yet
καὶ ἐγένετο Λιβύη ἐπ’ ἐκείνου χρημάτων τε προσόδῳ δυνατὴ καὶ τὰ ἄλλα εὐδαίμων. Ἐπεὶ δὲ ἅπαντά οἱ ὡς ἄριστα διετέτακτο, ἐπί τε Ἰαύδαν καὶ τοὺς ἐν Αὐρασίῳ Μαυρουσίους αὖθις ἐστράτευε. καὶ πρῶτα μὲν Γόνθαριν, τῶν δορυφόρων τῶν αὐτοῦ ἕνα, ἄνδρα ἀγαθὸν τὰ πολέμια, ξὺν στρατεύματι ἔπεμψεν. ὃς δὴ ἐς Ἀβίγαν ποταμὸν ἀφικόμενος ἐστρατοπεδεύσατο ἀμφὶ Βάγαϊν, πόλιν ἔρημον. ἐνταῦθά τε τοῖς πολεμίοις ἐς χεῖρας ἐλθὼν καὶ μάχῃ ἡσσηθεὶς ἔς τε τὸ χαράκωμα ἀποχωρήσας τῇ Μαυρουσίων προσεδρείᾳ ἐπιέζετο ἤδη. ἔπειτα δὲ καὶ αὐτὸς τῷ παντὶ στρατῷ ἀφικόμενος, ἐπειδὴ σταδίοις ἑξήκοντα· τοῦ στρατοπέδου ἀπεῖχεν οὗ Γόνθαρις ἡγεῖτο, χαράκωμά τε ποιησάμενος αὐτοῦ ἔμενε καὶ τὰ ξυμπεσόντα τοῖς ἀμφὶ Γόνθαριν ἅπαντα ἀκούσας μοῖράν τε αὐτοῖς τοῦ στρατοῦ ἔπεμψε καὶ θαρσοῦντας ἐκέλευε διαμάχεσθαι τοῖς πολεμίοις. οἱ δὲ Μαυρούσιοι καθυπέρτεροι ἐν τῇ ξυμβολῇ, ὥσπερ ἐρρήθη, γενόμενοι ἐποίουν τάδε. Ἀβίγας ὁ ποταμὸς ῥεῖ μὲν ἐκ τοῦ Αὐρασίου, κατιὼν δὲ ἐς πεδίον ἀρδεύει τὴν γῆν οὕτως ὅπως ἂν βουλομένοις ᾖ τοῖς ταύτῃ ἀνθρώποις. περιάγουσι γὰρ τὸ ῥεῦμα τοῦτο οἱ ἐπιχώριοι ὅποι ποτὲ σφίσιν ἐς τὸ παραυτίκα ξυνοίσειν οἴονται, ἐπεὶ ἐν τῷδε τῷ πεδίῳ ἀπώρυγες συχναὶ τυγχάνουσιν οὖσαι, ἐς ἃς δὴ ὁ Ἀβίγας σχιζόμενός τε καὶ ἐς πάσας ἰὼν ὑπὸ γῆν φέρεται καὶ αὖθις ὑπὲρ γῆν διαφαίνεται, ξυνάγων τὸ ῥεῦμα. τοῦτό τε ἐπὶ πλεῖστον τοῦ πεδίου ξυμβαῖνον ἐν ἐξουσίᾳ τοῖς ταύτῃ ᾠκημένοις τίθεται εἶναι, ἐπιβύσασι χώματι τοὺς ῥωχμοὺς ἢ αὖθις αὐτοὺς ἀποκαλύψασι τοῖς ὕδασι τοῦ ποταμοῦ τοῦδε ὅ τι βούλοιντο χρῆσθαι. τότε οὖν ἁπάσας οἱ Μαυρούσιοι τὰς ἐκείνῃ ἀπώρυγας ἀποφράξαντες ἀφιᾶσι τὸ ῥεῦμα ὅλον φέρεσθαι ἀμφὶ τὸ τῶν Ῥωμαίων στρατόπεδον. ἀφ’ οὗ δὴ τέλμα βαθὺ γεγονὸς καὶ ἀπόρευτον ἐξέπληξέ τε αὐτοὺς ὅτι μάλιστα καὶ ἐς ἀπορίαν κατέστησε. ταῦτα ἀκούσας Σολόμων κατὰ τάχος ᾔει. οἱ δὲ βάρβαροι δείσαντες ἀναχωροῦσιν ἐς τοῦ Αὐρασίου τὸν πρόποδα. καὶ ἐν χώρῳ ὃν Βάβωσιν καλοῦσι, στρατοπεδευσάμενοι ἔμενον. ἄρας τε Σολόμων τῷ παντὶ στρατῷ ἐνταῦθα ἧκε.