Ancient Greek · ~7 min
2.18 to 2.25
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 2.18-25
Not analysed yet
ταῦτα ἐπαγγείλας Ἀλάριχος τοῖς νεανίαις, πρέσβεις αὐτίκα πρὸς τοὺς ἐκ βουλῆς ἔπεμψε, δηλῶν ὅτι ἀγασθείη μὲν αὐτοὺς τῆς ἐς τὸν σφῶν βασιλέα εὐνοίας, οὐκέτι δὲ τὸ λοιπὸν ἐνοχλήσει, τῆς τε ἀρετῆς καὶ πίστεως ἕνεκα, ἧς ἐς ἄγαν μεταποιεῖσθαί εἰσιν ἔνδηλοι, ὅπως τε αὐτοῦ μνημεῖα παρ’ ἀνδράσι καλοῖς τε καὶ ἀγαθοῖς σώζοιτο, οἰκέταις τισὶ δωρεῖσθαι βούλοιτο αὐτῶν ἕκαστον. ταῦτα σημήνας καὶ τοὺς νεανίας οὐκ ἐς μακρὰν στείλας, συσκευάζεσθαι ἐς τὴν ἄφοδον τοὺς βαρβάρους ἐκέλευε, τούτου τε αἴσθησιν Ῥωμαίοις παρεῖχεν. οἳ δὴ τούς τε λόγους ἄσμενοι ἤκουσαν καὶ τὰ δῶρα δεξάμενοι ἐν πολλῇ εὐπαθείᾳ ἐγένοντο, ἑκαστάτω τῆς τοῦ βαρβάρου ἐπιβουλῆς ὄντες. οἵ τε γὰρ νέοι τῷ εὐπειθέστεροι τοῖς κεκτημένοις εἶναι τὸ ὕποπτον ἀπεκρούοντο, τοῦ τε στρατοπέδου οἱ μὲν ἤδη ἐξανιστάμενοί τε καὶ διαλύοντες τὴν προσεδρείαν ἐφαίνοντο, οἱ δὲ ὅσον οὔπω ταὐτὸ τοῦτο ποιήσειν ἐπίδοξοι ἦσαν. ἐπεὶ δὲ ἡ κυρία παρῆν, Ἀλάριχος μὲν ἅπαν ἐξοπλίσας τὸ στράτευμα ὡς ἐς τὴν ἔφοδον ἐν παρασκευῇ εἶχεν ἄγχιστα πύλης τῆς Σαλαρίας· ἐνταῦθα γὰρ ἐνστρατοπεδευσάμενος τῆς πολιορκίας κατ’ ἀρχὰς ἔτυχε. ξύμπαντες δὲ οἱ νεανίαι καιρῷ τῆς ἡμέρας τῷ ξυγκειμένῳ ἐς ταύτην δὴ τὴν πύλην γενόμενοι τούς τε φύλακας ἐκ τοῦ αἰφνιδίου ἐπελθόντες ἀπέκτειναν, τάς τε πύλας ἀνακλίναντες κατ’ ἐξουσίαν Ἀλάριχόν τε καὶ τὴν στρατιὰν τῇ πόλει ἐδέξαντο. οἱ δὲ τάς τε οἰκίας ἐνέπρησαν αἳ τῆς πύλης ἄγχιστα ἦσαν, ἐν αἷς ἦν καὶ ἡ Σαλουστίου, τοῦ Ῥωμαίοις τὸ παλαιὸν τὴν ἱστορίαν γράψαντος, ἧς δὴ τὰ πλεῖστα ἡμίκαυτα καὶ ἐς ἐμὲ ἕστηκε· τήν τε πόλιν ὅλην ληισάμενοι καὶ Ῥωμαίων τοὺς πλείστους διαφθείραντες πρόσω ἐχώρουν. τότε λέγουσιν ἐν Ῥαβέννῃ Ὁνωρίῳ τῷ βασιλεῖ τῶν τινα εὐνούχων δηλονότι ὀρνιθοκόμον ἀγγεῖλαι ὅτι δὴ Ῥώμη ἀπόλωλε. καὶ τὸν ἀναβοήσαντα φάναι “Καίτοι ἔναγχος ἐδήδοκεν ἐκ χειρῶν τῶν ἐμῶν.” εἶναι γάρ οἱ ἀλεκτρυόνα ὑπερμεγέθη,