Ancient Greek · ~7 min
2.28 to 2.36
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 2.28-36
Not analysed yet
Ἐπειδὴ δὲ Ἀλάριχος ἐκ Ῥώμης ἐξανίστασθαι ἔμελλεν, Ἄτταλον τῶν τινα εὐπατριδῶν βασιλέα Ῥωμαίων ἀνεῖπε, περιθέμενος αὐτῷ τό τε διάδημα καὶ τὴν ἁλουργίδα καὶ εἴ τι ἄλλο ἐς βασιλικὸν ἀξίωμα ἥκει. ἔπρασσε δὲ ταῦτα ὡς παραλύσων μὲν τῆς βασιλείας Ὁνώριον, παραδώσων δὲ ἅπαν Ἀττάλῳ τὸ ἑσπέριον κράτος. τοιαύτῃ μὲν γνώμῃ Ἄτταλός τε καὶ Ἀλάριχος ἐπὶ Ῥάβενναν στρατῷ πολλῷ ᾔεσαν. ἦν δὲ ὁ Ἄτταλος οὗτος οὔτε αὐτός τι νοεῖν ἱκανὸς οὔτε τῷ εὖ εἰπόντι πεισθῆναι. Ἀλαρίχου γοῦν ἥκιστα ἐπαινοῦντος ἐς Λιβύην στρατιᾶς χωρὶς ἄρχοντας ἔπεμψε. ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε. Βρεττανία δὲ ἡ νῆσος Ῥωμαίων ἀπέστη, οἵ τε ἐκείνῃ στρατιῶται βασιλέα σφίσι Κωνσταντῖνον εἵλοντο, οὐκ ἀφανῆ ἄνδρα. ὃς δὴ αὐτίκα στόλον τε ἀγείρας νηῶν καὶ στρατιὰν λόγου ἀξίαν ἐς Ἱσπανίαν τε καὶ Γαλλίαν ὡς δουλωσόμενος στρατῷ μεγάλῳ ἐσέβαλεν. Ὁνώριος δὲ πλοῖα μὲν ἐν παρασκευῇ εἶχε, προσεδέχετο δὲ τὰς ἐκ Λιβύης τύχας, ὅπως, ἢν μὲν ἀποκρουσθεῖεν οἱ παρὰ Ἀττάλου σταλέντες, πλέοι τε αὐτὸς ἐπὶ Λιβύης καὶ μοῖράν τινα τῆς βασιλείας τῆς αὐτοῦ ἔχοι, ἢν δὲ ἀπ’ ἐναντίας αὐτῷ τὰ ἐκείνῃ πράγματα ἴοι, ἐς Θεοδόσιόν τε ἵκοιτο καὶ σὺν αὐτῷ εἴη. Ἀρκαδίου γὰρ ἤδη πολλῷ πρότερον τελευτήσαντος, Θεοδόσιος ἐκείνου υἱός, ἔτι παῖς ὢν κομιδῆ, εἶχε τῆς ἕω ἀρχήν. ταῦτα Ὁνωρίῳ καραδοκοῦντι καὶ ἐν τρικυμίαις φερομένῳ τῆς τύχης εὐτυχήματα θαυμάσια ἡλίκα ξυνηνέχθη γενέσθαι. φιλεῖ γὰρ ὁ θεὸς τοῖς οὔτε ἀγχίνοις οὔτε τι οἴκοθεν μηχανᾶσθαι οἵοις τε οὖσιν, ἢν μὴ πονηροὶ εἶεν, ἀπορουμένοις τὰ ἔσχατα ἐπικουρεῖν τε καὶ ξυλλαμβάνεσθαι· ὁποῖον δή τι καὶ τῷ βασιλεῖ τούτῳ τετύχηκεν. ἔκ τε γὰρ Λιβύης ὡς διαφθαρεῖεν οἱ Ἀττάλου ἄρχοντες ἄφνω ἠγγέλλετο, καὶ νηῶν πλῆθος ἐκ Βυζαντίου στρατιώτας ἔχουσαι ὅτι πλείστους ἐς ἐπικουρίαν αὐτῷ ἀφικομένους οὐ προσδεχομένῳ παρῆσαν, διάφορός τε Ἀττάλῳ γεγονὼς Ἀλάριχος τό τε τοῦ βασιλέως αὐτὸν ἀφαιρεῖται σχῆμα καὶ ἐν ἰδιώτου ἤδη τελοῦντα μοίρᾳ ἐν φυλακῇ εἶχε.