Ancient Greek · ~1 min
20.10 to 20.11
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 20.10-11
Not analysed yet
ʽὁ δὲ Καϊσὸς οὗτος γένους μὲν ἦν τοῦ φυλαρχικοῦ καὶ διαφερόντως ἀγαθὸς τὰ πολέμια, τῶν δέ τινα Ἐσιμιφαίου ξυγγενῶν κτείνας ἐς γῆν ἔφευγεν ἣ δὴ ἔρημος ἀνθρώπων παντάπασίν ἐστιν. ʼ ἑκάτερος μὲν οὖν τὴν αἴτησιν ὑποσχόμενος ἐπιτελῆ ποιήσειν τὸν πρεσβευτὴν ἀπεπέμψατο, ἔδρασε δὲ αὐτοῖν τὰ ὡμολογημένα οὐδέτερος.