Ancient Greek · ~7 min
20.11 to 20.22
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 20.11-2-22
Not analysed yet
λίαν γάρ οἱ ἄμαχός τις ἡ δυσχωρία ἐφαίνετο. ἐν ᾦ δὲ Σολόμων ταῦτα ἐν νῷ ἐποιεῖτο, ἡ τύχη ὁδόν τινα τοῖς πράγμασιν ἐπορίσατο τήνδε. Γέζων ἦν τις ἐν τοῖς στρατιώταις πεζός, τοῦ καταλόγου ὀπτίων εἰς ὃν αὐτὸς ἀνεγέγραπτο· οὕτω γὰρ τὸν τῶν συντάξεων χορηγὸν καλοῦσι Ῥωμαῖοι. οὗτος ὁ Γέζων, εἴτε παίζων εἴτε θυμῷ χρώμενος, ἢ καί τι αὐτὸν θεῖον ἐκίνησεν, ἐπὶ τοὺς πολεμίους ἰέναι δοκῶν ἀνέβαινε μόνος καὶ αὐτοῦ μικρὸν ἄποθεν τῶν τινες ξυστρατιωτῶν ᾔεσαν, ἐν θαύματι πολλῷ ποιούμενοι τὰ γινόμενα. ὑποτοπήσαντες δὲ Μαυρουσίων τρεῖς οἳ ἐς τὸ φυλάσσειν τὴν εἴσοδον ἐτετάχατο ἐπὶ σφᾶς ἰέναι τὸν ἄνθρωπον, ἀπήντων δρόμῳ. ἅτε δὲ ἐν στενοχωρίᾳ οὐ ξυντεταγμένοι ἐβάδιζον, ἀλλὰ χωρὶς ἕκαστος ᾔει. παίσας δὲ τὸν πρῶτόν οἱ ἐντυχόντα ὁ Γέζων ἔκτεινεν, οὕτω δὲ καὶ τῶν ἄλλων ἑκάτερον διειργάσατο. ὃ δὴ κατιδόντες οἱ ὄπισθεν ἰόντες πολλῷ θορύβῳ τε καὶ ταραχῇ ἐπὶ τοὺς πολεμίους ἐχώρουν. ὡς δὲ τὰ δρώμενα ἤκουσέ τε καὶ εἶδεν ἡ Ῥωμαίων στρατιὰ ξύμπασα, οὔτε τὸν στρατηγὸν ἀναμείναντες τῆς πορείας σφίσιν ἡγήσασθαι οὔτε τὰς σάλπιγγας τὴν ξυμβολὴν σημῆναι, καθάπερ εἴθιστο, οὐ μὴν οὐδὲ τὴν τάξιν φυλάσσοντες, ἀλλὰ πατάγῳ τε πολλῷ χρώμενοι καὶ ἀλλήλοις ἐγκελευόμενοι ἔθεον ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον. ἐνταῦθα Ῥουφῖνός τε καὶ Λεόντιος, οἱ Ζαύνα τοῦ Φαρεσμάνου, ἔργα ἐπεδείξαντο ἐς τοὺς πολεμίους ἀρετῆς ἄξια. οἷς δὴ οἱ Μαυρούσιοι καταπεπληγμένοι, ἐπειδὴ καὶ τοὺς φύλακας σφῶν ἀνῃρῆσθαι ἔμαθον, αὐτίκα ἐς φυγὴν ὅπη ἕκαστος ἐδύνατο ᾔεσαν, καὶ αὐτῶν οἱ πλεῖστοι ἐν ταῖς δυσχωρίαις καταλαμβανόμενοι ἔθνησκον. Ἰαύδας τε αὐτὸς ἀκοντίῳ πληγεὶς τὸν μηρὸν ὅμως διέφυγέ τε καὶ ἐς Μαυριτανοὺς ἀπεχώρησε. Ῥωμαῖοι δὲ διαρπάσαντες τὸ τῶν πολεμίων στρατόπεδον οὐκέτι τὸ Αὐράσιον ἐκλείπειν ἔγνωσαν, ἀλλὰ Σολόμωνος ἐνταῦθα φρούρια οἰκοδομησαμένου φυλάσσειν, ὅπως μὴ αὖθις τοῦτο δὴ τὸ ὄρος Μαυρουσίοις ἐσβατὸν ἔσται.