Ancient Greek · ~7 min
20.2 to 20.10
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 20.2-2-10
Not analysed yet
ἀλλὰ Βελισάριος διεκώλυσε τοῦ μήτε ἐνέδραν σφίσι πρὸς τῶν πολεμίων γενέσθαι μήτε τοῖς στρατιώταις ἄδειαν εἶναι, ἅτε ἐν νυκτὶ λανθάνουσιν, ἐς ἁρπαγὴν τραπέσθαι. ταύτῃ τῇ ἡμέρᾳ αἱ νῆες, εὔρου σφίσιν ἀνέμου ἐπιπεσόντος, ἐς τὴν ἄκραν ἀφίκοντο. καὶ οἱ Καρχηδόνιοι, ἤδη γὰρ αὐτὰς καθεώρων, τὰς σιδηρᾶς ἁλύσεις τοῦ λιμένος, ὃν δὴ Μανδράκιον καλοῦσιν, ἀφελόμενοι, εἰσιτητὰ τῷ στόλῳ ἐποίουν. ἔστι δὲ ἐν τῇ βασιλέως αὐλῇ οἴκημα σκότους ἀνάπλεων, ὃ δὴ Ἀγκῶνα καλοῦσιν οἱ Καρχηδόνιοι, ἔνθα ἐνεβάλλοντο ἅπαντες οἷς ἂν χαλεπαίνοι ὁ τύραννος. ἐνταῦθα καθειργμένοι ἐτύγχανον πολλοὶ τῶν ἑῴων ἐμπόρων ἐς ἐκεῖνο τοῦ χρόνου. τούτοις γὰρ δὴ ὁ Γελίμερ χαλεπῶς εἶχεν, ἐπικαλῶν ὡς δὴ αὐτοὶ βασιλέα ἐς τὸν πόλεμον ἐναγάγοιεν, ἔμελλόν τε διαφθαρῆναι πάντες, δόξαν τοῦτο Γελίμερι ἐκείνῃ τῇ ἡμέρᾳ ᾗ Ἀμμάτας ἐν Δεκίμῳ ἀπέθανε· παρὰ τοσοῦτον κινδύνου ἦλθον. τούτου ὁ φύλαξ τοῦ δεσμωτηρίου, ἐπεὶ τά τε ἐν Δεκίμῳ πραχθέντα ἤκουσε καὶ τὸν στόλον εἶδε τῆς ἄκρας ἐντός, ἐσελθὼν ἐς τὸ οἴκημα πυνθάνεται τῶν ἀνδρῶν, οὔπω τἀγαθὰ πεπυσμένων, ἀλλ’ ἐν τῷ σκότῳ καθημένων καὶ καραδοκούντων τὸν θάνατον, τί ποτε ἄρα βουλομένοις ἂν αὐτοῖς εἴη τῶν ὑπαρχόντων προεμένοις σεσῶσθαι. τῶν δὲ ἅπαντα αἱρουμένων διδόναι ἃ βούλοιτο, ἄλλο μὲν οὐδὲν ᾔτει τῶν πάντων χρημάτων, ἠξίου δὲ ἅπαντας ὀμνύναι ὡς, ἢν διαφύγοιεν, καὶ αὐτῷ ἐν κινδύνοις γενησομένῳ ξυλλήψονται ὅση δύναμις. οἱ μὲν οὖν κατὰ ταῦτα ἐποίουν. ὁ δὲ τόν τε λόγον ἅπαντα ἔφραζε καὶ σανίδα ἐκ τοῦ πρὸς θάλασσαν ἀφελὼν μέρους προσιόντα τὸν στόλον ἐπέδειξε, τῆς τε εἱρκτῆς ἀφεὶς ἅπαντας ξὺν αὐτοῖς ᾔει. Οἱ δὲ ἐν ταῖς ναυσὶν ὄντες, οὔπω τι ἀκηκοότες ὧν ἐν τῇ γῇ ὁ στρατὸς ἔδρασε, διηποροῦντο, καὶ τὰ ἱστία χαλάσαντες ἔς τε τὸ Μερκούριον πέμψαντες τὰ ἐν Δεκίμῳ πραχθέντα ἔμαθον, καὶ περιχαρεῖς γενόμενοι ἔπλεον.