Ancient Greek · ~7 min
21.1 to 21.9
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 21.1-6-9
Not analysed yet
Τῇ δὲ ὑστεραίᾳ Γότθους ἅπαντας ξυγκαλέσας ὁ Τουτίλας ἔλεξε τοιάδε· “Οὐ καινήν τινα οὐδὲ ἀγνῶτα ὑμῖν παραίνεσιν ποιησόμενος ἐνθάδε ὑμᾶς, ἄνδρες ξυστρατιῶται, ξυνήγαγον, ἀλλ’ ἐκεῖνα ἐρῶν, ἅπερ ἐγὼ μὲν πολλάκις ἐς ὑμᾶς εἶπον, ὑμῖν δὲ αὐτὰ ἐνδεξαμένοις τὰ μέγιστα τῶν ἀγαθῶν ξυνηνέχθη γενέσθαι. μὴ τοίνυν τινὶ ὀλιγωρίᾳ διὰ τοῦτο ἐς τὴν παραίνεσιν τανῦν χρήσησθε. λόγων γὰρ τῶν ἐς εὐδαιμονίαν ἀγόντων κόρον οὐκ εἰκὸς ἀνθρώπῳ γενέσθαι, κἂν τῇ πολυλογίᾳ τις ἀποκναίειν δοκῇ· ἐπεὶ οὐδὲ πρὸς τὴν ἐξ αὐτῶν εὐεργεσίαν ἀπειπεῖν ἄξιον. λέγω δὲ ὅτι πρώην μὲν ἐς μυριάδας εἴκοσι μαχιμωτάτων ξυνιόντες στρατιωτῶν πλούτῳ τε ὑπερφυεῖ χρώμενοι καὶ ἵππων τε καὶ ὅπλων περιουσίαν τινά, ὡς ἔνι μάλιστα, ἐνδεικνύμενοι, καὶ γερόντων ξυνετωτάτων πολὺν ὅμιλον, ὅπερ τοῖς ἐς ἀγῶνας καθισταμένοις ξυμφορώτατον εἶναι δοκεῖ, πρὸς ἀνδρῶν ἑπτακισχιλίων Γραικῶν ἡσσηθέντες, τήν τε ἀρχὴν καὶ τὰ ἄλλα ξύμπαντα λόγῳ οὐδενὶ ἀφῃρήμεθα. νῦν δ’ ἡμῖν ἐς ὀλίγους ἀπολειφθεῖσι γυμνούς τε καὶ οἰκτροὺς καὶ οὐδ’ ὁτουοῦν τῶν πάντων ἐμπείρους κρατεῖν τῶν πολεμίων πλέον ἢ δισμυρίων ὄντων τετύχηκε. τὰ μὲν οὖν πεπραγμένα συλλήβδην εἰπεῖν τοιαῦτά ἐστι· τὰς δὲ τῶν οὕτω ξυμβαινόντων αἰτίας ἐν εἰδόσιν ὑμῖν αὐτίκα δηλώσω· ὅτι Γότθοι μὲν πρότερον τῶν ἄλλων ἁπάντων περὶ ἐλάσσονος πεποιημένοι τὸ δίκαιον, ἔπρασσον ἔς τε ἀλλήλους καὶ τοὺς κατηκόους Ῥωμαίους ἀνόσια ἔργα, οἷς δή, ὡς τὸ εἰκός, ἠγμένος ὁ θεὸς ἐπ’ αὐτοὺς τὸτε ξὺν τοῖς πολεμίοις ἐστράτευσε. καὶ διὰ ταῦτα πλήθει τε καὶ ἀρετῇ καὶ τῇ ἄλλῃ τοῦ πολέμου παρασκευῇ τῶν ἐναντίων παρὰ πολὺ ὑπεραίροντες δυνάμει τινὶ ἀφανεῖ τε καὶ ὡς ἥκιστα γινωσκομένῃ ἡσσήθημεν. οὐκοῦν τὸ φυλάξαι τὰ ἀγαθὰ ἐφ’ ὑμῖν κείσεται, διασώζουσι δηλονότι τὸ δίκαιον. μεταβαλλομένοις γὰρ καὶ τὰ παρὰ τοῦ θεοῦ αὐτίκα δὴ μάλα πολέμια ἔσται. οὐ γὰρ ἀνθρώπων γένει οὐδὲ φύσει ἐθνῶν ξυμμαχεῖν εἴωθεν, ἀλλ’ οἷς ἂν μᾶλλον ὁ τοῦ δικαίου λόγος τιμῷτο. πόνος τε οὐδεὶς αὐτῷ τἀγαθὰ ἐφ’ ἑτέρους μετενεγκεῖν.