Ancient Greek · ~7 min
21.13 to 21.21
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 21.13-21
Not analysed yet
τότε οὖν ἐκ Περσῶν κατάσκοπός τις ἐς Ῥωμαίους σταλεὶς ἐς ὄψιν τε Ἰουστινιανῷ βασιλεῖ ἥκων, ἄλλα τε πολλὰ ἐξεῖπεν ἐν τοῖς βαρβάροις πρασσόμενα καὶ ὡς γένος Μασσαγετῶν ἐπὶ τῷ Ῥωμαίων πονηρῷ αὐτίκα δὴ μάλα ἐς τὰ Περσῶν ἤθη ἐξίασιν, ἐνθένδε τε ἐς Ῥωμαίων τὴν γῆν ἰόντες τῷ Περσῶν στρατῷ ἕτοιμοί εἰσιν ἀναμίγνυσθαι· ὁ δὲ ταῦτα ἀκούσας, πεῖράν τε ἤδη τοῦ ἀνθρώπου ἀληθείας πέρι ἐς αὑτὸν ἔχων, χρήμασιν αὐτὸν ἁδροῖς τισι χαρισάμενος πείθει ἔς τε τὸ Περσῶν στρατόπεδον ἰέναι ὃ δὴ Μαρτυροπολίτας ἐπολιόρκει, καὶ τοῖς ταύτῃ βαρβάροις ἀγγεῖλαι ὅτι δὴ οἱ Μασσαγέται οὗτοι χρήμασιν ἀναπεισθέντες τῷ Ῥωμαίων βασιλεῖ μέλλουσιν ὅσον οὔπω ἐπ’ αὐτοὺς ἥξειν. ὁ δὲ κατὰ ταῦτα ἐποίει, ἔς τε τὸ τῶν βαρβάρων στρατόπεδον ἀφικόμενος τῷ τε Χαναράγγῃ καὶ τοῖς ἄλλοις ἀπήγγελλε στράτευμα Οὔννων πολεμίων σφίσιν οὐκ ἐς μακρὰν ἐς τοὺς Ῥωμαίους ἀφίξεσθαι. οἱ δὲ ἐπεὶ ταῦτα ἤκουσαν, κατωρρώδησάν τε καὶ ἐπὶ τοῖς παροῦσι διηποροῦντο. Ἐν τούτῳ δὲ ξυνέβη πονήρως τῷ Καβάδῃ νοσῆσαι τὸ σῶμα, καὶ Περσῶν ἕνα τῶν οἱ ἐν τοῖς μάλιστα ἐπιτηδειοτάτων καλέσας, Μεβόδην ὄνομα, ἐκοινολογεῖτο ἀμφί τε τῷ Χοσρόῃ καὶ τῇ βασιλείᾳ, δεδιέναι τε Πέρσας ἔφασκε μή τι τῶν αὐτῷ βεβουλευμένων ἀλογῆσαι ἐν σπουδῇ ἕξουσιν. ὁ δέ οἱ τῆς γνώμης τὴν δήλωσιν ἐν γράμμασιν ἀπολιπεῖν ἠξίου, θαρσοῦντα ὡς οὐ μή ποτε αὐτὴν ὑπεριδεῖν τολμήσωσι Πέρσαι. Καβάδης μὲν οὖν ἄντικρυς διετίθετο βασιλέα Χοσρόην Πέρσαις καθίστασθαι. τὸ δὲ γράμμα ὁ Μεβόδης αὐτὸς ἔγραφε, καὶ ὁ Καβάδης αὐτίκα ἐξ ἀνθρώπων ἠφάνιστο. καὶ ἐπεὶ τὰ νόμιμα πάντα ἐπὶ τῇ τοῦ βασιλέως ταφῇ ἐγεγόνει, ὁ μὲν Καόσης τῷ νόμῳ θαρσῶν ἐπεβάτευε τῆς τιμῆς, ὁ δὲ Μεβόδης ἐκώλυε, φάσκων οὐδένα χρῆναι αὐτόματον ἐς τὴν βασιλείαν ἰέναι, ἀλλὰ ψήφῳ Περσῶν τῶν λογίμων. καὶ ὃς ἐπέτρεπε ταῖς ἀρχαῖς τὴν περὶ τοῦ πράγματος γνῶσιν, οὐδὲν ἐνθένδε ἔσεσθαί οἱ ἐναντίωμα ὑποτοπάζων.