Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ, Chapter 21
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 21.14-2
Not analysed yet
λέγειν δὲ ἠνάγκαζεν, εἴ τι ἀγαθὸν σφίσι πρὸς Ἰουστινιανοῦ βασιλέως ξυμβαίνοι, καταλέγων ἐφεξῆς ἅπαντα, ὅτι δὴ τὰς μὲν ἀρχὰς ἀφῄρηντο σχεδόν τι ἁπάσας, πρὸς δὲ τῶν καλουμένων λογοθετῶν αἰκιζόμενοι λογισμοὺς ἐκτίνειν τῶν σφίσιν ἐς Γότθους πεπολιτευμένων ἀναγκασθεῖεν καὶ τῷ πολέμῳ κεκακωμένοι φόρους τοὺς δημοσίους οὐδέν τι ἐνδεέστερον ἢ ἐν τῇ εἰρήνῃ τοῖς Γραικοῖς φέροιεν· ἄλλα τε πολλὰ ἐνετίθει τῷ λόγῳ, ὅσα δεσπότην δυσμενῆ τοὺς δεδουλωμένους ὀνειδίζειν εἰκός.