Ancient Greek · ~7 min
21.19 to 21.28
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 21.19-28
Not analysed yet
ὅνπερ δεδιξάμενος, ὥσπερ μοι ἐρρήθη, ἔδεισε μή τι αὐτῷ ἐμπόδισμα, ὥσπερ μοι ἐρρήθη, ἔδεισε μή τι αὐτῷ ἐμπόδισμα εἴη ἀπαλλάσσεσθαι ἐκ τῆς Ῥωμαίων γῆς. λόγου τέ οἱ πολλοῦ ἄξιον ἐφαίνετο εἶναι ἐξελάσαι ἐνθένδε τὸν Χοσρόου στρατόν, οὐδεμιᾷ κινδυνεύσαντι μάχῃ πρὸς μυριάδας βαρβάρων πολλὰς ξὺν στρατιώταις λίαν τε ὀλίγοις οὖσι καὶ ἀτεχνῶς κατεπτηχόσι τὸν Μήδων στρατόν. διὸ δὴ ἐκέλευε Διογένην τε καὶ Ἀδόλιον ἡσυχῆ μένειν. Ὁ γοῦν Χοσρόης γέφυραν σὺν πολλῷ τάχει πηξάμενος, ποταμὸν Εὐφράτην ἐκ τοῦ αἰφνιδίου διέβη παντὶ τῷ στρατῷ. Πέρσαις γὰρ πόνῳ οὐδενὶ διαβατοί εἰσι ποταμοὶ ἅπαντες, ἐπεὶ αὐτοῖς ὁδῷ ἰοῦσιν ἀγκιστροειδῆ σιδήρια ἐν παρασκευῇ ἐστιν, οἶς δὴ ξύλα μακρὰ ἐς ἄλληλα ἐναρμόζοντες γέφυραν αὐτοσχεδιάζουσιν ἐκ τοῦ παραυτίκα ὅπη ἂν σφίσι βουλομένοις εἴη. ἐπεὶ δὲ τάχιστα γέγονεν ἐν τῇ ἀντιπέρας ἠπείρῳ, πέμψας παρὰ Βελισάριον αὐτὸς μὲν Ῥωμαίοις κεχαρίσθαι τοῦ Μήδων στρατοῦ τὴν ἀναχώρησιν ἔφασκε, προσδέχεσθαι δὲ τοὺς παρ’ αὐτῶν πρέσβεις, οὓς σφίσι παρέσεσθαι οὐκ ἐς μακρὰν ἄξιον εἶναι. Βελισάριος δὲ παντὶ καὶ αὐτὸς τῷ Ῥωμαίων στρατῷ τὸν Εὐφράτην ποταμὸν διαβὰς παρὰ Χοσρόην εὐθὺς ἔπεμψεν. οἵ, ἐπεὶ παρ’ αὐτὸν ἵκοντο, πολλὰ τῆς ἀναχωρήσεως ἐπαινέσαντες, πρέσβεις ἐς αὐτὸν ἥξειν παρὰ βασιλέως αὐτίκα δὴ μάλα ὑπέσχοντο, οἳ δὴ τὰ ἀμφὶ τῇ εἰρήνῃ ξυγκείμενα πρότερον ἔργῳ ἐπιτελῆ πρὸς αὐτὸν θήσονται. ἠξίουν τε διὰ Ῥωμαίων ἅτε φίλων αὐτῷ τῇ πορείᾳ χρῆσθαι. ὁ δὲ καὶ ταῦτα ὑπεδέχετο ἐπιτελέσειν, εἴ τινά οἱ δοῖεν τῶν δοκίμων ἐν ὁμήρων λόγῳ ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ, ἐφ’ ᾧ τὰ ξυγκείμενα πράξουσιν. οἱ μὲν οὖν πρέσβεις παρὰ Βελισάριον ἐπανήκοντες τοὺς Χοσρόου λόγους ἀπήγγελλον, ὁ δὲ εἰς τὴν Ἔδεσσαν ἀφικόμενος Ἰωάννην τὸν Βασιλείου παῖδα, γένει τε καὶ πλούτῳ πάντων τῶν Ἐδεσσηνῶν διαφανέστατον, ὅμηρον τῷ Χοσρόῃ οὔτι ἑκούσιον εὐθὺς ἔπεμψε. Ῥωμαῖοι δὲ Βελισάριον ἐν εὐφημίαις εἶχον, μᾶλλόν τε σφίσιν ὁ ἀνὴρ ἐν τούτῳ εὐδοκιμῆσαι τῷ ἔργῳ ἐδόκει ἢ ὅτε Γελίμερα δορυάλωτον ἢ τὸν Οὐίττιγιν ἐς Βυζάντιον ἤνεγκεν.