Ancient Greek · ~2 min
21.24 to 21.25
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 21.24-25
Not analysed yet
τὰ δὲ ἐν Δεκίμῳ οὕτως ὥσπερ μοι προδεδήλωται γενέσθαι ξυνέβη. καὶ οἱ μὲν τῶν Ἀρειανῶν ἱερεῖς φεύγοντες ᾤχοντο, Χριστιανοὶ δὲ οἷς τὰ ἐς τὴν δόξαν ὀρθῶς ἤσκηται, ἀφικόμενοι ἐς τοῦ Κυπριανοῦ τὸν νεών, τά τε λύχνα ἔκαιον ἅπαντα καὶ τῶν ἱερῶν ἐπεμελοῦντο ᾗπερ αὐτοῖς τελεῖσθαι ταῦτα νόμος, οὕτω τε ἅπασιν ἃ δὴ προὔλεγεν ἡ τοῦ ὀνείρου ὄψις ἐγνώσθη. ἀλλὰ ταῦτα μὲν τῇδε ἐχώρησεν.