Ancient Greek · ~7 min
22.1 to 22.9
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 22.1-6-9
Not analysed yet
Ἐν ᾧ δὲ οἱ πρέσβεις οὗτοι ἐς Βυζάντιον καὶ αὖθις ἐς Ἰταλίαν ἐστέλλοντο, ἐν τούτῳ ἐν Λευκανοῖς τάδε ξυνηνέχθη γενέσθαι. Τουλλιανὸς τοὺς ἐκείνῃ ἀγροίκους ἀγείρας τὴν εἴσοδον στενοτάτην οὖσαν ἐφύλασσεν, ὅπως μὴ οἱ πολέμιοι κακουργήσοντες ἴοιεν ἐς τὰ ἐπὶ Λευκανίας χωρία. καὶ Ἄνται δὲ αὐτοῖς τριακόσιοι ξυνεφύλασσον, οὕσπερ Ἰωάννης ἐνταῦθα δεηθέντι Τουλλιανῷ ἀπολιπὼν πρότερον ἔτυχεν· ἀγαθοὶ γὰρ οἱ βάρβαροι οὗτοι μάχεσθαι ἐν δυσχωρίαις πάντων μάλιστα. ἅπερ ἐπεὶ ὁ Τουτίλας ἔμαθε, Γότθους μὲν ἐς τὸ ἔργον καθεῖναι ἀξύμφορον ᾤετο εἶναι, ἀγροίκων δὲ πλῆθος ἀγείρας, Γότθων τε ξυμπέμψας αὐτοῖς ὀλίγους τινάς, ἐκέλευε τῆς εἰσόδου σθένει παντὶ ἀποπειρᾶσθαι. οἵπερ ἐπειδὴ ἀλλήλοις ξυνέμιξαν, ὠθισμὸς μὲν ἀμφοτέρων πολὺς ἐγεγόνει, Ἄνται δὲ τῇ σφετέρᾳ ἀρετῇ, ἅμα δὲ καὶ τῆς δυσχωρίας σφίσι ξυλλαμβανούσης, ξὺν τοῖς ἀμφὶ Τουλλιανὸν ἀγροίκοις τοὺς ἐναντίους ἐτρέψαντο. φόνος τε αὐτῶν ἐγεγόνει πολύς. Γνοὺς δὲ ταῦτα ὁ Τουτίλας ἔγνω Ῥώμην μὲν καθελεῖν ἐς ἔδαφος, τοῦ δὲ στρατοῦ τὸ μὲν πλεῖστον ἐνταῦθά πη ἀπολιπεῖν, τῷ δὲ ἄλλῳ ἐπί τε Ἰωάννην καὶ Λευκανοὺς ἰέναι. τοῦ μὲν οὖν περιβόλου ἐν χώροις πολλοῖς τοσοῦτον καθεῖλεν ὅσον ἐς τριτημόριον τοῦ παντὸς μάλιστα. ἐμπιπρᾶν δὲ καὶ τῶν οἰκοδομιῶν τὰ κάλλιστά τε καὶ ἀξιολογώτατα ἔμελλε, Ῥώμην τε μηλόβοτον καταστήσεσθαι, ἀλλὰ Βελισάριος μαθὼν πρέσβεις τε καὶ γράμματα παρ’ αὐτὸν ἔπεμψεν. οἵπερ ἐπειδὴ Τουτίλᾳ ἐς ὄψιν ἦλθον, εἶπόν τε ὧν ἕνεκα ἥκοιεν καὶ τὰ γράμματα ἐνεχείρισαν. ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Πόλεως μὲν κάλλη οὐκ ὄντα ἐργάζεσθαι ἀνθρώπων ἂν φρονίμων εὑρήματα εἶεν καὶ πολιτικῶς βιοτεύειν ἐπισταμένων, ὄντα δὲ ἀφανίζειν τούς γε ἀξυνέτους εἰκὸς καὶ γνώρισμα τοῦτο τῆς αὑτῶν φύσεως οὐκ αἰσχυνομένους χρόνῳ τῷ ὑστέρῳ ἀπολιπεῖν. Ῥώμη μέντοι πόλεων ἁπασῶν, ὅσαι ὑφ’ ἡλίῳ τυγχάνουσιν οὖσαι, μεγίστη τε καὶ ἀξιολογωτάτη ὡμολόγηται εἶναι.