Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ, Chapter 22
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 22.10
Not analysed yet
Οὐίττιγις δὲ ταύτῃ ἀποκρουσθείς, Γότθων μὲν στρατιὰν πολλὴν αὐτοῦ εἴασε, φάλαγγα δὲ αὐτῶν βαθεῖαν κομιδῆ ποιησάμενος καὶ τοῖς ἄρχουσιν ἐπιστείλας προσβολὴν μὲν μηδαμῆ τοῦ περιβόλου ποιεῖσθαι, μένοντας δὲ ἐν τάξει βάλλειν τε συχνὰ ἐς τὰς ἐπάλξεις καὶ ὡς ἥκιστα Βελισαρίῳ καιρὸν ἐνδιδόναι ἐπιβοηθεῖν ἑτέρωσε τοῦ τείχους ὅπη ἂν αὐτὸς προσβάλλειν μέλλῃ στρατῷ πλείονι, οὕτω δὴ ἀμφὶ πύλην Πραινεστίναν ἐπὶ μοῖραν τοῦ περιβόλου ἣν Ῥωμαῖοι Βιβάριον καλοῦσι, καὶ ᾗ τὸ τεῖχος ἦν ἐπιμαχώτατον μάλιστα,