Ancient Greek · ~3 min
22.19 to 22.21
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 22.19-21
Not analysed yet
ἐν τούτῳ δὲ οἱ Γότθοι πύλῃ τῇ Αὐρηλίᾳ καὶ τῷ Ἀδριανοῦ πύργῳ προσέβαλλον, μηχανὴν μὲν οὐδεμίαν ἔχοντες, κλιμάκων δὲ πάμπολύ τι ἐπαγόμενοι χρῆμα καὶ τοξευμάτων πλήθει ῥᾷον ἔς τε ἀπορίαν καταστήσασθαι τοὺς πολεμίους οἰόμενοι καὶ τοῦ ἐνταῦθα φυλακτηρίου κρατήσειν δι’ ὀλιγανθρωπίαν οὐδενὶ πόνῳ. θύρας δὲ προβεβλημένοι ἐβάδιζον, οὐδὲν ἐλασσουμένας τῶν ἐν Πέρσαις θυρεῶν, καὶ ἔλαθόν γε τοὺς ἐναντίους ἀγχοτάτω αὐτῶν ἥκοντες. ὑπὸ γὰρ τῇ στοᾷ κρυπτόμενοι ἦλθον ἣ ἐς τὸν Πέτρου τοῦ ἀποστόλου νεὼν διήκει. ἐνθένδε φανέντες ἐξαπιναίως ἔργου εἴχοντο, ὡς μήτε τῇ καλουμένῃ βαλλίστρᾳ χρῆσθαι τοὺς φύλακας οἵους τε εἶναι ʽοὐ γὰρ πέμπουσιν ὅτι μὴ ἐξ ἐναντίας αἱ μηχαναὶ αὗται τὰ βέλἠ οὐ μὴν οὐδὲ τοῖς τοξεύμασι τοὺς ἐπιόντας ἀμύνεσθαι, τοῦ πράγματος σφίσι διὰ τὰς θύρας ἀντιστατοῦντος.