Ancient Greek · ~2 min
22.23 to 22.25
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 22.23-2-25
Not analysed yet
κατὰ βραχύ τε αὐτῶν ὑποχωρούντων, τὸ πλέον ἤδη Ῥωμαῖοι ἔχοντες, ἐθάρσησάν τε καὶ ξὺν βοῇ μείζονι τόξοις τε καὶ λίθων βολαῖς τοὺς τειχομαχοῦντας ἠμύνοντο. καὶ τῶν μηχανῶν ἁψάμενοι ἐς δέος μέγα τοὺς ἐναντίους ἦγον, ἥ τε προσβολὴ αὐτῶν δι’ ὀλίγου ἐγένετο. παρῆν δὲ ἤδη καὶ Κωνσταντῖνος δεδιξάμενός τε τοὺς τοῦ ποταμοῦ ἀποπειρασαμένους καὶ ῥᾳδίως ὠσάμενος, ἐπεὶ οὐ παντάπασιν ἀφύλακτον, ὥσπερ ᾤοντο, τὸ ἐκείνῃ τείχισμα εὗρον. οὕτω τε ἐν τῷ ἀσφαλεῖ τὰ ἀμφὶ πύλην Αὐρηλίαν ἐγένετο.