Ancient Greek · ~7 min
22.24 to 22.33
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 22.24-33
Not analysed yet
ἔκ τε γὰρ τῶν στρωμάτων ἐκπίπτοντας καὶ καλινδουμένους ἐς τὸ ἔδαφος ἀντικαθίστων αὖθις, καὶ ῥιπτεῖν σφᾶς αὐτοὺς ἐκ τῶν οἰκημάτων ἐφιεμένους ὠθοῦντές τε καὶ ἀνθέλκοντες ἐβιάζοντο. ὕδωρ τε οἷς παρατύχοι, ἐμπεσεῖν ἤθελον, οὐ δὴ οὐχ ὅσον τοῦ ποτοῦ ἐπιθυμίᾳ ʽἐς γὰρ θάλασσαν οἱ πολλοὶ ὥρμηντὀ, ἀλλ’ αἴτιον ἦν μάλιστα ἡ τῶν φρενῶν νόσος. πολὺς δὲ αὐτοῖς καὶ περὶ τὰς βρώσεις ἐγένετο πόνος. οὐ γὰρ εὐπετῶς προσίεντο ταύτας. πολλοί τε ἀπορίᾳ τοῦ θεραπεύοντος διεφθάρησαν, ἢ λιμῷ πιεζόμενοι, ἢ ἀφ’ ὑψηλοῦ καθιέντες τὸ σῶμα. ὅσοις δὲ οὔτε κῶμα οὔτε παραφροσύνη ἐνέπεσε, τούτοις δὴ ὅ τε βουβὼν ἐσφακέλιζε καὶ αὐτοὶ ταῖς ὀδύναις οὐκέτι ἀντέχοντες ἔθνησκον. τεκμηριώσειε δ’ ἄν τις καὶ τοῖς ἄλλοις ἅπασι κατὰ ταὐτὰ ξυμβῆναι, ἀλλ’ ἐπεὶ ἐν αὑτοῖς ὡς ἥκιστα ἦσαν, ξυνεῖναι τῆς ὀδύνης οὐδαμῆ εἶχον, τοῦ πάθους αὐτοῖς τοῦ ἀμφὶ τὰς φρένας παραιρουμένου τὴν αἴσθησιν. Ἀπορούμενοι γοῦν τῶν τινες ἰατρῶν τῇ τῶν ξυμπιπτόντων ἀγνοίᾳ τό τε τῆς νόσου κεφάλαιον ἐν τοῖς βουβῶσιν ἀποκεκρίσθαι οἰόμενοι, διερευνᾶσθαι τῶν τετελευτηκότων τὰ σώματα ἔγνωσαν. καὶ διελόντες τῶν βουβώνων τινάς, ἄνθρακος δεινόν τι χρῆμα ἐμπεφυκὸς εὗρον. Ἔθνησκον δὲ οἱ μὲν αὐτίκα, οἱ δὲ ἡμέραις πολλαῖς ὕστερον, τισί τε φλυκταίναις μελαίναις ὅσον φακοῦ μέγεθος ἐξήνθει τὸ σῶμα, οἳ οὐδὲ μίαν ἐπεβίων ἡμέραν, ἀλλ’ εὐθυωρὸν ἅπαντες ἔθνησκον. πολλοὺς δὲ καί τις αὐτόματος αἵματος ἐπιγινόμενος ἔμετος εὐθὺς διεχρήσατο. ἐκεῖνο μέντοι ἀποφήνασθαι ἔχω, ὡς τῶν ἰατρῶν οἱ δοκιμώτατοι πολλοὺς μὲν τεθνήξεσθαι προηγόρευον, οἳ δὴ κακῶν ἀπαθεῖς ὀλίγῳ ὕστερον παρὰ δόξαν ἐγίνοντο, πολλοὺς δὲ ὅτι σωθήσονται ἰσχυρίζοντο, οἳ δὴ διαφθαρήσεσθαι ἔμελλον αὐτίκα δὴ μάλα. οὕτως αἰτία τις ἦν οὐδεμία ἐν ταύτῃ τῇ νόσῳ ἐς ἀνθρώπου λογισμὸν φέρουσα· πᾶσι γάρ τις ἀλόγιστος ἀπόβασις ἐπὶ πλεῖστον ἐφέρετο, καὶ τὰ λουτρὰ τοὺς μὲν ὤνησε, τοὺς δὲ οὐδέν τι ἧσσον κατέβλαψεν.