Ancient Greek · ~4 min
24.1 to 24.4
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 24.1-4
Not analysed yet
Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους ἐν Βυζαντίῳ στάσις τῷ δήμῳ ἐκ τοῦ ἀπροσδοκήτου ἐνέπεσεν, ἣ μεγίστη τε παρὰ δόξαν ἐγένετο καὶ ἐς κακὸν μέγα τῷ τε δήμῳ καὶ τῇ βουλῇ ἐτελεύτησε τρόπῳ τοιῷδε. οἱ δῆμοι ἐν πόλει ἑκάστῃ ἔς τε Βενέτους ἐκ παλαιοῦ καὶ Πρασίνους διῄρηντο, οὐ πολὺς δὲ χρόνος ἐξ οὗ τούτων τε τῶν ὀνομάτων καὶ τῶν βάθρων ἕνεκα οἷς δὴ θεώμενοι ἐφεστήκασι, τά τε χρήματα δαπανῶσι καὶ τὰ σώματα αἰκισμοῖς πικροτάτοις προΐενται καὶ θνήσκειν οὐκ ἀπαξιοῦσι θανάτῳ αἰσχίστῳ· μάχονται δὲ πρὸς τοὺς ἀντικαθισταμένους, οὔτε εἰδότες ὅτου αὐτοῖς ἕνεκα ὁ κίνδυνός ἐστιν, ἐξεπιστάμενοί τε ὡς, ἢν καὶ περιέσωνται τῶν δυσμενῶν τῇ μάχῃ, λελείψεται αὐτοῖς ἀπαχθῆναι μὲν αὐτίκα ἐς τὸ δεσμωτήριον, αἰκιζομένοις δὲ τὰ ἔσχατα εἶτα ἀπολωλέναι. φύεται μὲν οὖν αὐτοῖς τὸ ἐς τοὺς πέλας ἔχθος αἰτίαν οὐκ ἔχον, μένει δὲ ἀτελεύτητον ἐς τὸν πάντα αἰῶνα, οὔτε κήδει οὔτε ξυγγενείᾳ οὔτε φιλίας θεσμῷ εἶκον, ἢν καὶ ἀδελφοὶ ἢ ἄλλο τι τοιοῦτον οἱ ἐς τὰ χρώματα ταῦτα διάφοροι εἶεν.