Ancient Greek · ~7 min
24.10 to 24.22
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 24.10-22
Not analysed yet
ἐῶ γὰρ λέγειν ὡς καὶ Ῥωμαίους ἀπολεῖν δόξαιμεν, οἵ γε περὶ ἐλάσσονος τὴν σωτηρίαν τῆς ἐς τὴν σὴν βασιλείαν πεποίηνται πίστεως. ὥστε ἡμῖν καὶ τὴν ἄχρι τοῦδε γενομένην εὐημερίαν εἰς συμφορῶν ὑπόθεσιν τετελευτηκέναι ξυμβήσεται. εἰ γὰρ Ῥώμης ἡμῖν καὶ Καμπανίας καὶ πολλῷ πρότερον Σικελίας ἀποκεκροῦσθαι τετύχηκε, τὸ πάντων ἂν ἡμᾶς κουφότατον τῶν κακῶν ἔδακνε τὸ μὴ τοῖς ἀλλοτρίοις δεδυνῆσθαι πλουτεῖν. καὶ μὴν καὶ τοῦτο ἐκλογίζεσθαι ὑμᾶς ἄξιον, ὡς Ῥώμην πώποτε πλείω τινὰ χρόνον οὐδὲ μυριάσι πολλαῖς διαφυλάξαι δυνατὸν γέγονε, χώραν τε περιβεβλημένην πολλὴν καὶ τῷ μὴ ἐπιθαλασσίαν εἶναι τῶν ἀναγκαίων ἀποκεκλεισμένην ἁπάντων. καὶ Ῥωμαῖοι νῦν μὲν εὐνοϊκῶς ἡμῖν ἔχουσι, τῶν δὲ κακῶν αὐτοῖς, ὡς τὸ εἰκός, μηκυνομένων, οὐδὲν μελλήσουσιν ὑπὲρ αὑτῶν ἑλέσθαι τὰ κρείσσω. οἱ γὰρ ἐξ ὑπογύου τισὶν ἐς εὔνοιαν καθιστάμενοι, οὐ κακοτυχοῦντες, ἀλλ’ εὖ πάσχοντες, τὸ πιστὸν ἐς αὐτοὺς διασώζειν εἰώθασιν. ἄλλως τε καὶ λιμῷ Ῥωμαῖοι ἀναγκασθήσονται πολλὰ ὧν οὐκ ἂν βούλοιντο πρᾶξαι. ἐγὼ μὲν οὖν οἶδα θάνατον ὀφείλων τῇ σῇ βασιλείᾳ, καὶ διὰ τοῦτο ζῶντά με οὐδεὶς ἂν ἐνθένδε ἐξελᾶν δύναιτο· σκόπει δὲ ὁποίαν ποτέ σοι δόξαν ἡ τοιαύτη Βελισαρίου τελευτὴ φέρει.” Τοσαῦτα μὲν Βελισάριος ἔγραψε. βασιλεὺς δὲ λίαν ξυνταραχθεὶς στράτευμά τε καὶ ναῦς σπουδῇ ἤγειρε καὶ τοῖς ἀμφὶ Βαλεριανόν τε καὶ Μαρτῖνον ἐπέστελλε κατὰ τάχος ἰέναι. σταλέντες γὰρ ξὺν στρατεύματι ἄλλῳ ἀμφὶ τὰς χειμερινὰς τροπὰς ἔτυχον, ἐφ’ ᾧ πλεύσουσιν ἐς Ἰταλίαν. οἱ δὲ καταπλεύσαντες ἐς τὴν Ἑλλάδα ʽπεραιτέρω γὰρ βιάζεσθαι τὸν πλοῦν οὐχ οἷοί τε ἦσαν’ διεχείμαζον ἐς τὰ ἐπὶ Αἰτωλίας τε καὶ Ἀκαρνανίας χωρία. ταῦτά τε Βελισαρίῳ δηλώσας Ἰουστινιανὸς βασιλεὺς ἔτι μᾶλλον αὐτόν τε καὶ Ῥωμαίους ἅπαντας ἐς τὴν προθυμίαν ἐπέρρωσεν. Ἐν τούτῳ δὲ ξυνηνέχθη ἐν Νεαπόλει τοιόνδε γενέσθαι. Θευδερίχου τοῦ Γότθων ἄρχοντος εἰκὼν ἐν τῇ ἀγορᾷ ἐτύγχανεν οὖσα, ἐκ ψηφίδων τινῶν ξυγκειμένη, μικρῶν μὲν ἐς ἄγαν, χροιαῖς δὲ βεβαμμένων σχεδόν τι ἁπάσαις.