Ancient Greek · ~4 min
24.12 to 24.16
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 24.12-2-16
Not analysed yet
ἐπελθόντες δὲ πάντες αὐτίκα, ὅσοι τε αὐτῷ εἵποντο καὶ ὁ τῶν Μαυρουσίων στρατός, Στότζαν μὲν ὀλιγοψυχοῦντα ἐπὶ δένδρου τινὸς ἔθεντο, αὐτοὶ δὲ θυμῷ πολλῷ ἐπὶ τοὺς πολεμίους χωρήσαντες τόν τε Ἰωάννην καὶ Ῥωμαίους ἅπαντας, ἅτε πλήθει πολλῷ ὑπεραίροντες, οὐδενὶ πόνῳ ἐτρέψαντο. τότε δή φασιν εἰπεῖν τὸν Ἰωάννην ὡς ἡδύν τινα θάνατον θνήσκοι, ἐπεί οἱ τὰ τῆς εὐχῆς ἀμφὶ τῷ Στότζᾳ ἐς πέρας ἀφῖκται. χῶρος δέ τις ἦν κατάντης ἐνταῦθα, οὗ δὴ αὐτὸν ἀποβάλλει ὀκλάσας ὁ ἵππος. ἐφ’ ὃν αὖθις αὐτὸν ἀναθρώσκειν πειρώμενον καταλαβόντες οἱ πολέμιοι κτείνουσιν, ἄνδρα γενόμενον δόξῃ τε καὶ ἀρετῇ μέγαν. ὅπερ ὁ Στότζας μαθὼν ἐτελεύτησε, τοσοῦτον εἰπών, ὡς ἥδιστα τὸ λοιπὸν θνήσκοι. ἐν ταύτῃ τῇ μάχῃ καὶ Ἰωάννης Ἀρμένιος Ἀρταβάνου ἀδελφὸς θνήσκει, ἔργα ἐς τοὺς πολεμίους ἐπιδειξάμενος ἀρετῆς ἄξια. βασιλεὺς δὲ ταῦτα ἀκούσας περιώδυνός τε τῇ τοῦ Ἰωάννου ἀρετῇ γεγονὼς μάλιστα, ἀξύμφορόν τε νομίσας εἶναι τοῖν δυοῖν στρατηγοῖν τὴν ἀρχὴν διέπειν, τὸν μὲν Σέργιον εὐθὺς μεταπεμψάμενος ἐς Ἰταλίαν ξὺν στρατῷ ἔπεμψεν, Ἀρεοβίνδῳ δὲ ἅπαν τὸ Λιβύης παρέδωκε κράτος.