Ancient Greek · ~4 min
24.33 to 24.37
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 24.33-37
Not analysed yet
δοκεῖ γάρ μοι οὐ ταύτην δὴ τὴν τῶν βαρβάρων ἔφοδον τὸ μαντεῖον δηλοῦν, ἀλλ’ ἑτέραν τινὰ ἢ ἤδη ξυμβᾶσαν ἢ ὕστερόν ποτε ἐσομένην. τῶν γὰρ Σιβύλλης λογίων τὴν διάνοιαν πρὸ τοῦ ἔργου ἐξευρεῖν ἀνθρώπῳ οἶμαι ἀδύνατον εἶναι. αἴτιον δὲ ὅπερ ἐγὼ αὐτίκα δηλώσω ἐκεῖνα ἀναλεξάμενος ἅπαντα. ἡ Σίβυλλα οὐχ ἅπαντα ἑξῆς τὰ πράγματα λέγει οὐδὲ ἁρμονίαν τινὰ ποιουμένη τοῦ λόγου, ἀλλ’ ἔπος εἰποῦσα ὅ τι δὴ ἀμφὶ τοῖς Λιβύης κακοῖς ἀπεπήδησεν εὐθὺς ἐς τὰ Περσῶν ἤθη, ἐνθένδε τε Ῥωμαίων ἐς μνήμην ἐλθοῦσα μεταβιβάζει ἐς τοὺς Ἀσσυρίους τὸν λόγον. καὶ πάλιν ἀμφὶ Ῥωμαίοις μαντευομένη προλέγει τὰ Βρεττανῶν πάθη. ταύτῃ τε ἀδύνατά ἐστιν ἀνθρώπῳ ὁτῳοῦν πρὸ τοῦ ἔργου τῶν Σιβύλλης λογίων ξυνεῖναι, ἢν μὴ ὁ χρόνος αὐτὸς ἐκβάντος ἤδη τοῦ πράγματος καὶ τοῦ λόγου ἐς πεῖραν ἐλθόντος ἀκριβὴς τοῦ ἔπους ἑρμηνεὺς γένοιτο. ἀλλὰ ταῦτα μὲν λογιζέσθω ἕκαστος ὅπη αὐτῷ φίλον. ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι.