Ancient Greek · ~2 min
25.12 to 25.14
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 25.12-2-14
Not analysed yet
ὧν δὴ ἐγίνοντο μὲν ξυμμορίαι ἐς τὴν φυλακὴν ἱκανῶς ἔχουσαι, νύκτα δὲ τακτὴν ἡ φυλακὴ τοῦ περιβόλου ἐπέκειτο ξυμμορίᾳ ἑκάστῃ, ἐφύλασσόν τε αὐτῶν ἐκ περιτροπῆς ἅπαντες. καὶ ταύτῃ Βελισάριος ἑκατέρων τὴν ἀπορίαν διέλυεν. Ὑποψίας δὲ ἐς Σιλβέριον τὸν τῆς πόλεως ἀρχιερέα γεγενημένης, ὡς δὴ προδοσίαν ἐς Γότθους πράσσοι, αὐτὸν μὲν ἐς τὴν Ἑλλάδα ἔπεμψεν αὐτίκα, ἕτερον δὲ ἀρχιερέα ὀλίγῳ ὕστερον, Βιγίλιον ὄνομα, κατεστήσατο. τινὰς δὲ καὶ τῶν ἐκ βουλῆς ἐπ’ αἰτίᾳ τῇ αὐτῇ ἐνθένδε ἐξελάσας, ἐπειδὴ τὴν πολιορκίαν οἱ πολέμιοι διαλύσαντες ἀνεχώρησαν, ἐς τὰ οἰκεῖα κατήγαγεν αὖθις.