Ancient Greek · ~7 min
25.13 to 25.23
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 25.13-3-23
Not analysed yet
οὐ γὰρ ἐπὶ τῷ ἀνασώσασθαι τὴν νῆσον ἡμῖν ἐνθένδε ἀπῆρας, ἀλλ’ ὅπως Λιβύης Ἰουστινιανὸς κύριος ἔσται. τὰ γὰρ τῇ τύχῃ δόξαντα πρότερον πάρεστι τανῦν ἐκ τῶν ἀποβάντων εἰδέναι. Βελισάριος μὲν οὖν στρατῷ ὀλίγῳ ἐφ’ ἡμᾶς ἥκει· ἡ δὲ ἀρετὴ ἐκ Βανδίλων ἀπιοῦσα εὐθὺς ᾤχετο, μεθ’ ἑαυτῆς λαβοῦσα τὴν ἀγαθὴν τύχην. Ἀμμάτας μὲν γὰρ καὶ Γιβαμοῦνδος πεπτώκασι, μαλθακιζομένων Βανδίλων, ἵπποι δὲ καὶ νεώρια καὶ ξύμπασα Λιβύη καὶ οὐχ ἥκιστα αὐτὴ Καρχηδὼν ἔχονται ἤδη πρὸς τῶν πολεμίων. οἱ δὲ κάθηνται, τὸ μὴ ἐν τοῖς πόνοις ἀνδραγαθίζεσθαι παίδων τε καὶ γυναικῶν ἀνταλλαξάμενοι καὶ πάντων χρημάτων, ἡμῖν τε ἀπολέλειπται μόνον τὸ Βούλλης πεδίον, οὗπερ ἡμᾶς ἡ εἰς ὑμᾶς ἐλπὶς καθίσασα εἴργει. ἀλλὰ σὺ τυραννίδα τε καὶ Σαρδὼ καὶ τὰς περὶ ταῦτα φροντίδας ἐάσας ὅτι τάχιστα παντὶ τῷ στόλῳ εἰς ἡμᾶς ἧκε. οἷς γὰρ ὑπὲρ τῶν κεφαλαίων ὁ κίνδυνος, τἄλλα ἀκριβολογεῖσθαι ἀξύμφορον. κοινῇ δὲ τὸ λοιπὸν ἀγωνιζόμενοι πρὸς τοὺς πολεμίους ἢ τύχην τὴν προτέραν ἀνασωσόμεθα, ἢ κερδανοῦμεν τὸ μὴ ἀλλήλων χωρὶς τὰ ἐκ τοῦ δαιμονίου ἐνεγκεῖν δύσκολα.” Ταῦτα ἐπεὶ Τζάζων εἶδέ τε ἀπενεχθέντα καὶ ἐς τοὺς Βανδίλους ἐξήνεγκεν, ἔς τε οἰμωγὰς καὶ ὀλοφύρσεις ἐτράποντο, οὐ μέντοι ἐκ τοῦ ἐμφανοῦς, ἀλλ’ ὡς ἔνι μάλιστα ἐγκρυφιάζοντές τε καὶ τοὺς νησιώτας λανθάνοντες σιωπῇ ἐφ’ ἑαυτῶν τὰ παρόντα σφίσιν ὠδύροντο. καὶ αὐτίκα μὲν τὰ ἐν ποσίν, ὥς πη ἔτυχε, διαθέμενοι τὰς ναῦς ἐπλήρουν. ἄραντες δὲ ἐνθένδε παντὶ τῷ στόλῳ τριταῖοι κατέπλευσαν ἐς τὴν Λιβύης ἀκτὴν ἣ Νουμίδας τε καὶ Μαυριτανοὺς διορίζει. καὶ πεζῇ βαδίζοντες ἀφικνοῦνται ἐς τὸ Βούλλης πεδίον, οὗ δὴ ἀνεμίγνυντο τῷ ἄλλῳ στρατῷ. ἐνταῦθα συχνὰ ἐλέου πολλοῦ ἄξια Βανδίλοις ξυνέβη, ἅπερ ἔγωγε οὐκ ἂν ἔτι φράσαι ἱκανῶς ἔχοιμι. οἶμαι γὰρ εἰ καὶ αὐτῶν πολεμίων ἀνδρὶ θεατῇ γενέσθαι τετύχηκε, τάχα ἂν καὶ αὐτὸς Βανδίλους τε τότε καὶ τύχην τὴν ἀνθρωπείαν ᾠκτίσατο.