Ancient Greek · ~7 min
25.16 to 25.24
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 25.16-24
Not analysed yet
οἶς δὴ ἐπέκειτο μέτρον τι τοῦ τείχους περιιοῦσιν ἐκ περιτροπῆς ἀναγράφεσθαι τὰ τῶν φυλάκων ὀνόματα, καὶ ἤν τις ἐνθένδε ἀπολειφθείη, ἕτερον μὲν ἀντ’ αὐτοῦ καταστήσασθαι ἐν τῷ παραυτίκα, ἀναφέρειν δὲ τῇ ὑστεραίᾳ ἐφ’ ἑαυτόν, ὅστις ποτὲ ὁ ἀπολειφθεὶς εἴη, ὅπως δὴ κόλασις ἡ προσήκουσα ἐς αὐτὸν γίνοιτο. καὶ μουσικοῖς μὲν ὀργάνοις χρήσασθαι τοὺς τεχνίτας ἐν τῷ περιβόλῳ νύκτωρ ἐκέλευε, τῶν δὲ στρατιωτῶν τινας καὶ οὐχ ἥκιστα τῶν Μαυρουσίων ἔξω ἔπεμπεν, οἳ ἀμφὶ τὴν τάφρον διανυκτερεύσειν ἀεὶ ἔμελλον, καὶ ξὺν αὐτοῖς κύνας ἠφίει, ὅπως δὴ μηδὲ ἄποθέν τις ἐπὶ τὸν περίβολον ἰὼν διαλάθοι. Τότε καὶ τοῦ Ἰάνου νεὼ τὰς θύρας τῶν τινες Ῥωμαίων βιασάμενοι ἀνακλῖναι λάθρα ἐπειράσαντο. ὁ δὲ Ἴανος οὗτος πρῶτος μὲν ἦν τῶν ἀρχαίων θεῶν οὓς δὴ Ῥωμαῖοι γλώσσῃ τῇ σφετέρᾳ Πένατες ἐκάλουν. ἔχει δὲ τὸν νεὼν ἐν τῇ ἀγορᾷ πρὸ τοῦ βουλευτηρίου ὀλίγον ὑπερβάντι τὰ Τρία Φᾶτα· οὕτω γὰρ Ῥωμαῖοι τὰς Μοίρας νενομίκασι καλεῖν. ὅ τε νεὼς ἅπας χαλκοῦς ἐν τῷ τετραγώνῳ σχήματι ἕστηκε, τοσοῦτος μέντοι, ὅσον τὸ ἄγαλμα τοῦ Ἰάνου σκέπειν. ἔστι δὲ χαλκοῦν οὐχ ἧσσον ἢ πηχῶν πέντε τὸ ἄγαλμα τοῦτο, τὰ μὲν ἄλλα πάντα ἐμφερὲς ἀνθρώπῳ, διπρόσωπον δὲ τὴν κεφαλὴν ἔχον, καὶ τοῖν προσώποιν θάτερον μὲν πρὸς ἀνίσχοντα, τὸ δὲ ἕτερον πρὸς δύοντα ἥλιον τέτραπται. θύραι τε χαλκαῖ ἐφ’ ἑκατέρῳ προσώπῳ εἰσίν, ἃς δὴ ἐν μὲν εἰρήνῃ καὶ ἀγαθοῖς πράγμασιν ἐπιτίθεσθαι τὸ παλαιὸν Ῥωμαῖοι ἐνόμιζον, πολέμου δὲ σφίσιν ὄντος ἀνέῳγον. ἐπεὶ δὲ τὸ Χριστιανῶν δόγμα, εἴπερ τινὲς ἄλλοι, Ῥωμαῖοι ἐτίμησαν, ταύτας δὴ τὰς θύρας οὐκέτι οὐδὲ πολεμοῦντες ἀνέκλινον. ἀλλ’ ἐν ταύτῃ δὴ τῇ πολιορκίᾳ τινὲς τὴν παλαιάν, οἶμαι, δόξαν ἐν νῷ ἔχοντες ἐγκεχειρήκασι μὲν αὐτὰς ἀνοιγνύναι λάθρα, οὐ μέντοι παντάπασιν ἴσχυσαν, πλήν γε δὴ ὅσον μὴ ἐς ἀλλήλας, ὥσπερ τὸ πρότερον,