Ancient Greek · ~7 min
26.11 to 26.23
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 26.11-23
Not analysed yet
οὕτω γὰρ ἤλπιζεν Ἀρεόβινδον ἢ τοῦ θορύβου ᾐσθημένον φυγῇ χρήσεσθαι, ἢ καταληφθέντα πρὸς τῶν στρατιωτῶν διαφθαρήσεσθαι οὐδενὶ λόγῳ. χρήματα μέντοι αὐτὸς οἴκοθεν ὡμολόγει τοῖς στρατιώταις προΐεσθαι ὅσαπερ αὐτοῖς τὸ δημόσιον ὦφλε. καὶ οἱ μὲν τούς τε λόγους ἐπῄνουν καὶ θυμῷ ἐς τὸν Ἀρεόβινδον πολλῷ εἴχοντο, μεταξὺ δὲ Ἀρεόβινδος ξύν τε Ἀρταβάνῃ καὶ τοῖς ἑπομένοις ἐνταῦθα ἀφίκεται. καὶ γίνεται μάχη ἔν τε ταῖς ἐπάλξεσι καὶ κάτω ἀμφὶ τὰς πύλας οὗ Γόνθαρις εἱστήκει, ἐν ᾗ οὐδέτεροι τὸ ἔλασσον ἔσχον. ἔμελλόν τε ξυλλεγόμενοι ἐκ τῶν στρατοπέδων, ὅσοι βασιλεῖ εὐνοϊκῶς εἶχον, τοὺς στασιώτας κατὰ κράτος ἑλεῖν. οὐ γὰρ ἅπαντας ὁ Γόνθαρίς πω ἐξηπατήκει, ἀλλ’ οἱ πλεῖστοι ἔτι ταῖς γνώμαις ἀκραιφνεῖς ἔμενον. Ἀρεόβινδος δὲ τότε πρῶτον ἄνδρας κτεινομένους ἰδὼν ʽοὐ γάρ πω ἐθὰς τοῦ θεάματος τούτου ἐτύγχανεν ὤν’ κατεπλάγη τε καὶ ἀποδειλιάσας οὐκ ἐνεγκών τε τὰ ὁρώμενα φεύγει. Ἔστι δέ τις ἐντὸς τοῦ Καρχηδόνος περιβόλου νεὼς πρὸς τῇ τῆς θαλάσσης ἀκτῇ, οὗ δὴ ἄνδρες οἰκοῦσιν οἷς τὰ ἐς τὸ θεῖον ἀκριβῶς ἤσκηται· μοναχοὺς καλεῖν τοὺς ἀνθρώπους ἀεὶ νενομίκαμεν· τοῦτον Σολόμων δειμάμενος τὸν νεὼν οὐ πολλῷ πρότερον τειχίσματί τε περιβαλὼν φρούριον ἐχυρώτατον κατεστήσατο. ἐνταῦθα καταφυγὼν Ἀρεόβινδος ἐσεπήδησεν, ἔνθα τήν τε γυναῖκα καὶ τὴν ἀδελφὴν ἐτύγχανε πέμψας. τότε καὶ Ἀρταβάνης ἀπιὼν ᾤχετο, καὶ οἱ λοιποὶ ξύμπαντες ἐνθένδε ἀνεχώρουν ὡς ἕκαστός πη ἐδύνατο. Γόνθαρις δὲ κατὰ κράτος νενικηκὼς ξὺν τοῖς στασιώταις τὸ Παλάτιον ἔσχε, καὶ τάς τε πύλας τόν τε λιμένα ἐνδελεχέστατα ἤδη ἐφύλαττε. πρῶτα μὲν οὖν τὸν Ἀθανάσιον μετεπέμπετο, καὶ ὃς αὐτῷ οὐδὲν μελλήσας ἦλθε, θωπείᾳ τε πολλῇ χρώμενος δόκησιν παρείχετο ὡς αὐτὸν ὅτι μάλιστα ἡ πρᾶξις ἀρέσκοι. ἔπειτα δὲ τὸν τῆς πόλεως ἱερέα πέμψας Ἀρεόβινδον ἐκέλευε τὰ πιστὰ λαβόντα ἐς Παλάτιον ἥκειν, ἀπειλήσας πολιορκήσειν τε ἀπειθήσαντα καὶ μηκέτι αὐτῷ ὑπὲρ τῆς σωτηρίας τὰ πιστὰ δώσειν, ἀλλὰ πάσῃ μηχανῇ ἐξελὼν κτείνειν.