Ancient Greek · ~2 min
26.18 to 26.19
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 26.18-19
Not analysed yet
οἱ μέντοι ἐπὶ ταύτῃ δὴ τῇ κατασκοπῇ πρὸς τοῦ Ἰωάννου σταλέντες αἰσθόμενοι μὲν πολεμίων στρατὸν ἀμφὶ τὰ ἐκείνῃ χωρία γενέσθαι, οὐδὲν δὲ τούτου δὴ ἕνεκα σαφὲς πεπυσμένοι, ἀλλ’ ὅπερ ἐγένετο δείσαντες ἤλαυνον καὶ αὐτοὶ ἐπὶ τὸ Ῥωμαίων στρατόπεδον. καὶ ξυνηνέχθη ὁμοῦ τοῖς βαρβάροις ἐνταῦθα γενέσθαι νύκτωρ. ὀργῇ δὲ πολλῇ καὶ οὐ προμηθεῖ γνώμῃ ὁ Τουτίλας ἤδη ἐχόμενος τῆς ἐκ τοῦ θυμοῦ ἀβελτερίας ἀπώνατο.