Ancient Greek · ~3 min
26.20 to 26.22
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 26.20-22
Not analysed yet
ὀλίγῳ τε ὕστερον μεταπεμψάμενος αὐτοὺς ὁ Χοσρόης, ἐπειδὴ παρ’ αὐτὸν ἵκοντο, κατέλεξε μὲν ὅσα τε πρότερον καὶ ὅντινα τρόπον ἐξηνδραπόδισε Ῥωμαίων χωρία, ἠπείλησε δὲ τὰ δεινότερα Ἐδεσσηνοῖς πρὸς Περσῶν ἔσεσθαι, εἰ μὴ πάντα σφίσι τὰ χρήματα δοῖεν ὅσα τοῦ περιβόλου ἐντὸς ἔχουσιν· οὕτω γὰρ μόνως ἐνθένδε ἀπαλλαγήσεσθαι τὸν στρατὸν ἔφασκε. ταῦτα οἱ πρέσβεις ἀκούσαντες ὡμολόγουν μὲν παρὰ Χοσρόου τὴν εἰρήνην ὠνήσεσθαι, ἤν γε σφίσι μὴ τὰ ἀδύνατα ἐπαγγείλειε· τοῦ δὲ κινδύνου τὸ πέρας οὐδενὶ τῶν πάντων ἔφασαν πρὸ τῆς ἀγωνίας ἔνδηλον εἶναι. πόλεμον γὰρ τοῖς αὐτὸν διαφέρουσιν ἐπὶ τοῖς ὁμολογουμένοις οὐ μή ποτε εἶναι. τότε μὲν οὖν ξὺν ὀργῇ ὁ Χοσρόης τοὺς πρέσβεις ἐκέλευεν ὅτι τάχιστα ἀπαλλάσσεσθαι.