Ancient Greek · ~7 min
26.24 to 26.34
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 26.24-34
Not analysed yet
καὶ ξύλα μακρὰ τοῦ τε χοῦ καὶ τῶν λίθων μεταξὺ ἐς ἀεὶ ἐμβαλλόμενος ἔνδεσμον ἐποιεῖτο τοῦ ἔργου, ὅπως μὴ ὑψηλὸν γενόμενον ἀσθενὲς εἴη. Πέτρος δὲ ὁ Ῥωμαίων στρατηγὸς ʽἐνταῦθα γὰρ ξὺν Μαρτίνῳ καὶ Περανίῳ ἐτύγχανεν ὢν’ τοὺς ταῦτα ἐργαζομένους ἀναστέλλειν ἐθέλων Οὔννων τῶν οἱ ἑπομένων τινὰς ἐπ’ αὐτοὺς ἔπεμψεν. οἱ δὲ πολλοὺς ἐκ τοῦ αἰφνιδίου ἐπελθόντες ἀνεῖλον, καὶ πάντων μάλιστα τῶν τις δορυφόρων, Ἀργὴκ ὄνομα· μόνος γὰρ ἑπτὰ καὶ εἴκοσιν ἔκτεινε. τῶν μέντοι βαρβάρων φυλακὴν ἀκριβῆ τὸ λοιπὸν ποιουμένων, οὐκέτι ἐπεξιέναι τινὲς ἐπ’ αὐτοὺς ἔσχον. ἐπεὶ δὲ προϊόντες ἐντὸς βέλους οἱ τεχνῖται τοῦ ἔργου τούτου ἐγένοντο, καρτερώτατα ἤδη ἀμυνόμενοι ἀπὸ τοῦ περιβόλου Ῥωμαῖοι τάς τε σφενδόνας ἐπ’ αὐτοὺς καὶ τὰ τόξα ἐνήργουν. διὸ δὴ οἱ βάρβαροι ἐπενόουν τάδε. προκαλύμματα ἐκ τραγείων τριχῶν, ἃ δὴ καλοῦσι Κιλίκια, πάχους τε καὶ μήκους διαρκῶς ἔχοντα, ἀρτήσαντες ἐκ ξύλων μακρῶν ἐπίπροσθεν ἀεὶ τὴν ἄγεσταν ἐργαζομένων ἐτίθεντο ʽοὕτω γὰρ τὸ ποιούμενον τῇ Λατίνων φωνῇ ἐκάλουν Ῥωμαῖοἰ. ἐνταῦθα γὰρ οὔτε πυρφόροι οἰστοὶ οὔτε τὰ ἄλλα βέλη ἐξικνεῖσθαι εἶχον, ἀλλ’ αὐτοῦ ἐπὶ τῶν προκαλυμμάτων ἀποκρουόμενα ξύμπαντα ἔμενε. καὶ τότε Ῥωμαῖοι ἐς δέος μέγα ἐμπεπτωκότες τοὺς πρέσβεις παρὰ Χοσρόην σὺν θορύβῳ πολλῷ ἔπεμπον καὶ Στέφανον σὺν αὐτοῖς, ἔν γε τοῖς κατ’ αὐτὸν ἰατροῖς λόγιον, ὃς δὴ Καβάδην τὸν Περόζου νοσοῦντά ποτε ἰασάμενος κύριος χρημάτων μεγάλων πρὸς αὐτοῦ γέγονεν. ὃς δή, ἐπεὶ παρὰ Χοσρόην ξὺν τοῖς ἄλλοις ἐγένετο, ἔλεξεν ὧδε, “Βασιλέως τὴν φιλανθρωπίαν ἀγαθοῦ γνώρισμα πάντες ἐκ παλαιοῦ νενομίκασιν. οὐκοῦν, ὦ κράτιστε βασιλεῦ, φόνους σοι καὶ μάχας ἐργαζομένῳ καὶ πόλεων ἀνδραποδισμοὺς τῶν μὲν ἄλλων ἴσως ὀνομάτων παρέσται τυχεῖν, τὸ δὲ ἀγαθῷ εἶναι δοκεῖν οὐ μήποτε ἔσται. καίτοι πασῶν γε ἥκιστα χρῆν τῇ Ἐδεσσηνῶν πόλει παρὰ σοῦ τι ξυμβῆναι φλαῦρον.