Ancient Greek · ~2 min
26.44 to 26.45
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 26.44-45
Not analysed yet
τὰ μὲν οὖν πρῶτα Ῥωμαῖοι τὸ κατὰ τὸν λόφον τεῖχος ἑτέρᾳ ἐνεχείρουν οἰκοδομίᾳ τινὶ ὑπερβαλέσθαι· ὡς δὲ καὶ ταύτης τὸ Περσῶν ἔργον πολλῷ καθυπέρτερον ἐγίνετο ἤδη, τῆς μὲν οἰκοδομίας ἀπέστησαν, Μαρτῖνον δὲ πείθουσι τὰ ἀμφὶ τῇ ξυμβάσει τρόπῳ δὴ ὅτῳ βούλοιτο διοικήσασθαι. καὶ ὃς ἄγχιστα τοῦ τῶν πολεμίων στρατοπέδου γενόμενος τῶν τισιν ἐν Πέρσαις ἀρχόντων ἐς λόγους ἦλθεν. οἱ δὲ τὸν Μαρτῖνον ἐξαπατῶντες εἰρηναῖα μὲν σφῶν τὸν βασιλέα βούλεσθαι ἔφασαν, αὐτὸν δὲ ὡς ἥκιστα οἷόν τε εἶναι τὸν Ῥωμαίων αὐτοκράτορα πείθειν τῆς πρὸς Χοσρόην φιλονεικίας ἀφέμενον τὴν εἰρήνην ποτὲ πρὸς αὐτὸν θήσεσθαι·