Ancient Greek · ~4 min
27.14 to 27.19
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 27.14-2-19
Not analysed yet
ἅπερ ἅπαντα οὕτως ἀπόλωλεν ὥστε, εἰ μηδὲ ἀρχὴν ἐγεγόνει, ἔν γε τῷ παρόντι ἐν ἴσῳ εἶναι· πλήν γε δὴ ὅτι ἀποκέκριται Ῥωμαίοις τανῦν ἐκ τῆς Βελισαρίου νίκης τοῖς τε σώμασι καὶ τοῖς χρήμασιν ἐζημιῶσθαι, καὶ πρός γε τὸ μηδὲ φυλάξαι τἀγαθὰ δυνατοῖς γεγονέναι. τὸ δὲ πάντα ταῦτα ἀνασώσασθαι τανῦν βασιλεῖ ἐν τῇ σῇ μόνῃ ψυχῇ τε καὶ γνώμῃ καὶ δεξιᾷ κεῖται. οὐκοῦν ἐκλογίζου μὲν ὡς εἶ Ἀρσακίδης ἀνέκαθεν γένος, ἐνθυμοῦ δὲ ὡς τοῖς εὖ γεγονόσιν ἀνδραγαθίζεσθαι ἀεί τε καὶ πανταχῆ πρέπει. πολλὰ γοῦν σοι ἔργα ὑπὲρ τῆς ἐλευθερίας θαυμαστὰ πέπρακται. Ἀκάκιον γάρ, νέος ὢν ἔτι, τὸν Ἀρμενίων ἄρχοντα, καὶ Σίτταν τὸν Ῥωμαίων στρατηγὸν ἔκτεινας, καὶ ἀπ’ αὐτοῦ Χοσρόῃ βασιλεῖ γνώριμος γεγονὼς ξὺν αὐτῷ ἐπὶ Ῥωμαίους ἐστράτευσας. ἐπεὶ δὲ τηλικόσδε εἶ, ὡς σὸν εἶναι μὴ περιορᾶν τὴν Ῥωμαίων ἀρχὴν ὑπὸ κυνὶ μεθύοντι κεῖσθαι, ἐνδείκνυσο τανῦν ὡς εὐγενείᾳ τε καὶ ψυχῆς ἀρετῇ ἐκεῖνα, ὦ ʼγαθέ, τὰ πρόσθεν εἰργάσω· ἐγὼ δέ σοι καὶ Ἀρτασίρης ὅδε ἅπαντα ἐπιτάττοντι ὅση δύναμις ὑπουργήσομεν.” Γρηγόριος μὲν τοσαῦτα εἶπεν· Ἀρταβάνου δὲ τὴν διάνοιαν ἐπὶ τὸν τύραννον ἔτι μᾶλλον ὥρμησεν.