Ancient Greek · ~7 min
28.11 to 28.20
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 28.11-20
Not analysed yet
πάντα γὰρ ὅσα ἡμῖν ἐν τῷδε τῷ πολέμῳ πεπρᾶχθαι ξυμβαίνει πρὸς τὴν ἀπόβασιν κρίνεσθαι τῆς παρούσης ἡμέρας ἀνάγκη. ὁρῶ δὲ καὶ τὸν παρόντα καιρὸν ἡμῖν ξυλλαμβάνοντα, ὃς ἡμῖν δεδουλωμένου τοῖς φθάσασι τοῦ τῶν πολεμίων φρονήματος ῥᾴδιον, ὡς τὸ εἰκός, τὴν ἐκείνων ἐπικράτησιν θήσεται. τῶν γὰρ πολλάκις ἠτυχηκότων ἥκιστα ἀνδραγαθίζεσθαι φιλοῦσιν αἱ γνῶμαι. ἵππου δὲ ἢ τόξου ἢ ἄλλου ὁτουοῦν ὅπλου ὑμῶν φειδέσθω μηδείς. ἐγὼ γὰρ ὑμῖν ἐν τῷ παραυτίκα ὑπὲρ πάντων ἕτερα τῶν κατὰ τὴν μάχην διαφθειρομένων ἀνθυπουργήσω.” Βελισάριος μὲν τοσαῦτα παρακελευσάμενος ἐξῆγε τὸ στράτευμα διά τε πυλίδος Πιγκιανῆς καὶ Σαλαρίας πύλης, ὀλίγους δέ τινας διὰ πύλης Αὐρηλίας ἐς Νέρωνος πεδίον ἐκέλευεν ἰέναι. οἷς δὴ Βαλεντῖνον ἐπέστησε καταλόγου ἱππικοῦ ἄρχοντα, καὶ αὐτῷ ἐπέστελλε μάχης μὲν μηδεμιᾶς ἄρχειν, μηδὲ τοῦ στρατοπέδου τῶν ἐναντίων ἐγγυτέρω ἰέναι, δόκησιν δὲ παρέχειν ἀεὶ τοῦ αὐτίκα προσβάλλειν, ὅπως μὴ τῶν ἐνταῦθα πολεμίων τινὲς τὴν ἐκείνῃ γέφυραν διαβαίνοντες ἐπιβοηθεῖν τοῖς ἐκ τῶν ἄλλων χαρακωμάτων οἷοί τε ὦσι. πολλῶν γὰρ ὄντων, ὥσπερ μοι προδεδήλωται, τῶν ἐν Νέρωνος πεδίῳ στρατοπεδευομένων βαρβάρων ἱκανόν οἱ ἐφαίνετο τούτους δὴ ἅπαντας οὐ μεταλαχόντας τῆς ξυμβολῆς ἀπὸ τοῦ ἄλλου στρατοῦ κεχωρίσθαι. καὶ ἐπειδὴ Ῥωμαίων τοῦ δήμου ἐθελούσιοί τινες ὅπλα ἀνελόμενοι εἵποντο, ἐς μὲν τὴν ξυμβολὴν αὐτοὺς ξυντετάχθαι σφίσιν οὐκ εἴασε, δείσας μὴ ἐν τῷ ἀγῶνι γενόμενοι κατορρωδήσωσί τε τὸν κίνδυνον καὶ τὸ στράτευμα ξυνταράξωσιν ὅλον, βάναυσοί τε ἄνδρες καὶ πολέμου ἀμελέτητοι παντάπασιν ὄντες. ἐκτὸς δὲ πυλῶν Παγκρατιανῶν, αἳ ὑπὲρ Τίβεριν ποταμόν εἰσι, φάλαγγα ποιησαμένους ἡσυχάζειν ἐκέλευεν ἕως αὐτὸς σημήνῃ, λογισάμενος, ὅπερ ἐγένετο, ὡς, εἴπερ αὐτούς τε καὶ τοὺς ἀμφὶ Βαλεντῖνον ἴδωσιν οἱ ἐν Νέρωνος πεδίῳ πολέμιοι, οὔ ποτε θαρσήσουσι τὸ σφέτερον ἀπολιπόντες χαράκωμα ἐπὶ σφᾶς ξὺν τῷ ἄλλῳ στρατῷ ἐς μάχην ἰέναι. ἕρμαιον δὲ καὶ λόγου πολλοῦ ἄξιον εἶναι ἄνδρας τοσούτους τὸ πλῆθος τοῦ τῶν ἐναντίων στρατοπέδου ἀποκεκρίσθαι.