Ancient Greek · ~2 min
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ, Chapter 28
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 28.8
Not analysed yet
τῷ δὲ Γρηγορίῳ ἐπέστελλε τῶν Ἀρμενίων πολλοὺς τοὺς μάλιστα εὐτολμοτάτους ἀπολεξαμένῳ ἐς τὸ Παλάτιον ἐπαγαγέσθαι, τὰ ξίφη μόνα ἐν χερσὶ φέροντας· ʽἄλλῳ γὰρ οὐδενὶ τοὺς τοῖς ἄρχουσιν ἐν πόλει ἑπομένους ὁπλίζεσθαι θέμισ̓ τούτους τε ἐν τῷ προστώῳ ἀπολιπόντι εἴσω ξὺν τοῖς δορυφόροις γενέσθαι, καὶ αὐτῶν τὸ μὲν βούλευμα μηδενὶ ἐξειπεῖν, τοσοῦτον δὲ εἰπεῖν μόνον, ὡς ἐς τὸν Γόνθαριν ὑπόπτως ἔχοι, ἐπὶ πονηρῷ τῷ Ἀρταβάνους ἐς τὴν θοίνην αὐτὸν κεκληκέναι·