Ancient Greek · ~7 min
29.1 to 29.9
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 29.1-3-9
Not analysed yet
Ὑπὸ τοῦτον τὸν χρόνον Σκλαβηνῶν στράτευμα διαβάντες ποταμὸν Ἴστρον Ἰλλυριοὺς ἅπαντας ἄχρι Ἐπιδαμνίων ἔδρασαν ἀνήκεστα ἔργα, κτείνοντες καὶ ἀνδραποδίζοντες τοὺς ἐν ποσὶν ἡβηδὸν ἅπαντας καὶ τὰ χρήματα ληϊζόμενοι. ἤδη δὲ καὶ φρούρια ἐνταῦθα πολλά τε καὶ δοκοῦντα ἐχυρὰ τὰ πρότερα εἶναι οὐδενὸς ἀμυνομένου ἐξελεῖν ἴσχυσαν, καὶ περιήρχοντο ξύμπαντα κατ’ ἐξουσίαν διερευνώμενοι. οἱ δὲ τῶν Ἰλλυριῶν ἄρχοντες στράτευμα πεντακισχιλίων τε καὶ μυρίων ἔχοντες εἵποντο, ἄγχιστα μέντοι τῶν πολεμίων οὐδαμῆ ἐτόλμων ἰέναι. Τότε δὲ καὶ σεισμοὶ πολλάκις χειμῶνος ὥρᾳ σκληροί τε λίαν καὶ ὑπερφυεῖς ἔν τε Βυζαντίῳ καὶ χωρίοις ἄλλοις ἐγένοντο, νύκτωρ ἅπαντες. καὶ οἱ μὲν ταύτῃ ᾠκημένοι καταχωσθήσεσθαι ὑποτοπήσαντες ἐν δέει μεγάλῳ ἐγένοντο, οὐδὲν μέντοι ἐνθένδε φλαῦρον αὐτοῖς ξυνηνέχθη παθεῖν. Τότε καὶ Νεῖλος ὁ ποταμὸς ὑπὲρ ὀκτωκαίδεκα πήχυς ἀναβὰς ἐπέκλυσε μὲν τὴν Αἴγυπτον καὶ ἤρδευσε πᾶσαν, ἀλλὰ ἐν μὲν Θηβαΐδι τῇ ὕπερθεν οὔσῃ ὑφιζάνοντά τε καὶ ἀποχωροῦντα τοῖς καθήκουσι χρόνοις τὰ ὕδατα παρείχετο τοῖς τῇδε ᾠκημένοις σπείρειν τε τὴν γῆν καὶ τῶν ἄλλων ἐπιμελεῖσθαι ᾗπερ εἰώθει· χώρας δὲ τῆς ἔνερθεν ἐπειδὴ πρῶτον ἐπεπόλασεν, οὐκέτι ἀπέβη, ἀλλ’ ἐνοχλῶν αὐτῇ ξύμπαντα διαγέγονε τὸν τοῦ σπείρειν καιρόν, οὐ ξυμπεσὸν τοῦτό γε πρότερον ἐκ τοῦ παντὸς αἰῶνος, ἔστι δὲ οὗ καὶ ἀπολωφῆσαν τὸ ὕδωρ ἐπέκλυσεν αὖθις οὐ πολλῷ ὕστερον. ταύτῃ τε ἅπαντα ἐσεσήπει τὰ σπέρματα, ὅσα δὴ μεταξὺ καταβεβλημένα ἐς τὴν γῆν ἔτυχε. καὶ οἱ μὲν ἄνθρωποι τῷ παραλόγῳ τῆς ξυμφορᾶς ἀμηχανίᾳ πολλῇ εἴχοντο, τῶν δὲ ἄλλων ζῴων ἀπορίᾳ τροφῆς τὰ πλεῖστα ἐφθάρη. Τότε καὶ τὸ κῆτος, ὃ δὴ Βυζάντιοι Πορφύριον ἐκάλουν, ἑάλω. τοῦτό τε τὸ κῆτος πλέον μὲν ἢ ἐς πεντήκοντα ἐνιαυτοὺς τό τε Βυζάντιον καὶ τὰ ἀμφ’ αὐτὸ χωρία ἠνώχλει, οὐκ ἐφεξῆς μέντοι, ἀλλὰ διαλεῖπον, ἂν οὕτω τύχῃ, πολύν τινα μεταξὺ χρονον.