Ancient Greek · ~2 min
29.20 to 29.21
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 29.20-21
Not analysed yet
τινὲς δέ φασιν οὐ τὸ κῆτος τοῦτο, οὗπερ ἐμνήσθην, ἀλλ’ ἕτερον εἶναι, ὃ δὴ ἁλῶναι ξυνέπεσεν. ἐγὼ δὲ ὅθεν τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην ἐπάνειμι. Τουτίλας οὖν ταῦτα διαπεπραγμένος ἃ προδεδήλωται, ἐπεὶ Ῥωμαίους τοὺς ἐν τῷ ἐπὶ Ῥουσκιανῆς φρουρίῳ τῶν ἀναγκαίων ὑποσπανίζειν ἐπύθετο, ἐξαιρήσειν αὐτοὺς οἰόμενος ὅτι τάχιστα, ἢν μή τι ἐσκομίζεσθαι τῶν ἐπιτηδείων οἷοί τε ὦσιν, ἐστρατοπεδεύσατό τε ὡς ἀγχοτάτω καὶ ἐγκαθεζόμενος ἐς πολιορκίαν καθίστατο. καὶ ὁ χειμὼν ἔληγε, καὶ τρισκαιδέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.