Ancient Greek · ~3 min
3.19 to 3.22
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 3.19-22
Not analysed yet
ἀποκεκλεισμένας δὲ σφίσι τὰς πύλας εὑρόντες ἰσχυρότατά τε τοὺς πολεμίους ἀμυνομένους ὀπίσω κατὰ τάχος ἀπήλαυνον, καίπερ μαχομένους ἐντὸς τοῦ περιβόλου τοὺς ἑτέρους θεώμενοι καὶ δεομένους μὴ σφᾶς ἀπολιπεῖν, ἀλλ’ αὐτοῦ μένειν, ἕως ἂν καταφυγόντες ἐς αὐτοὺς σώζοιντο. διὸ δὴ οἱ ἀμφὶ τὸν Ἀρταβάζην τῷ τε πλήθει βιαζόμενοι τῶν πολεμίων καὶ ἀπογνόντες τὴν ἀπὸ τῶν οἰκείων ἐπικουρίαν, ἀπὸ τοῦ τείχους ἔξω ἥλαντο ἅπαντες. οἷς μὲν οὖν καταπεσεῖν ἐφ’ ὁμαλοῦ χωρίου ξυνέβη, οὗτοι δὴ ἀθῷοι ἐς τὸ Ῥωμαίων στρατόπεδον ἐκομίσθησαν, ἐν οἷς καὶ Ἀρταβάζης ἦν· ὅσοι μέντοι ἐς δυσχωρίας κατέπεσον, αὐτοῦ ἅπαντες διεφθάρησαν. ἐπεί τε Ἀρταβάζης ἐς τὸ Ῥωμαίων στρατόπεδον ἦλθε, πολλά τε ὀνειδίσας καὶ λοιδορησάμενος ἅπασι ξὺν αὐτοῖς ᾔει, τόν τε Ἠριδανὸν διαβάντες ἐν Φαβεντίᾳ πόλει ἐγένοντο, ἣ χώρας μὲν τῆς Αἰμιλίας ἐστί, σταδίους δὲ εἴκοσι καὶ ἑκατὸν Ῥαβέννης διέχει.