Ancient Greek · ~2 min
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 3
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 3.29
Not analysed yet
οἱ μὲν οὖν ἄλλοι οὔτε πιστεύειν τῷ Βούζῃ εἶχον οὔτε τοὺς λόγους ἐνδέχεσθαι τοὺς αὐτοῦ ἤθελον. ἦν δέ τις αὐτῷ μάλιστα φίλος ἀνὴρ Ἀρσακίδης, Ἰωάννης ὄνομα, Ἀρταβάνου πατήρ, ὃς δὴ τῷ Βούζῃ τότε ἅτε φίλῳ θαρσήσας ξύν τε Βασσάκῃ τῷ κηδεστῇ καὶ ἄλλοις ὀλίγοις τισὶ παρ’ αὐτὸν ἦλθεν· οἳ δὴ ἐν χωρίῳ γενόμενοί τε καὶ αὐλισθέντες ἔνθα τῷ Βούζῃ τῇ ὑστεραίᾳ ἐντυχεῖν ἔμελλον, ᾔσθοντο ἐς κύκλωσιν πρὸς τοῦ Ῥωμαίων στρατοῦ ἥκοντες.