Ancient Greek · ~7 min
32.1 to 32.9
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 32.1-9
Not analysed yet
Βασιλεῖ μὲν οὖν τά τε ἀμφὶ Ἀρταβάνῃ καὶ Γερμανῷ ταύτῃ πη εἶχεν. ἦν δέ τις Ἀρσάκης ὄνομα ἐν Βυζαντίῳ, Ἀρμένιος γένος, Ἀρσακίδης ἀνήρ, τῷ Ἀρταβάνῃ κατὰ γένος προσήκων. ὃς δὴ κακουργῶν ἐς τὴν πολιτείαν οὐ πολλῷ ἔμπροσθεν ἐφωράθη καὶ προδοσίας διαφανῶς ἑάλω ἅτε δὴ ἐς Χοσρόην τὸν Περσῶν βασιλέα πράγματα ἐπὶ Ῥωμαίοις νεώτερα πράσσων. βασιλεύς τε αὐτὸν ἄλλο μὲν εἰργάσατο οὐδὲν ἄχαρι, ξάνας δὲ οὐ πολλὰς κατὰ νώτου ἐπόμπευσε καμήλῳ ἀνὰ τὴν πόλιν ὀχούμενον, οὐδὲν μέντοι αὐτὸν οὔτε τοῦ σώματος οὔτε τῆς οὐσίας ἀφείλετο, οὐ μὴν οὐδὲ φυγῇ ἐζημίωσε. δυσφορούμενος δὲ ὅμως τοῖς ξυμπεπτωκόσιν Ἀρσάκης δολώσεις ἐπί τε Ἰουστινιανῷ καὶ τῇ πολιτείᾳ ἐπινοεῖν ἤρξατο. ἐπειδή τε ξυναχθόμενόν οἱ τὸν Ἀρταβάνην ἅτε ξυγγενῆ εἶδεν, ἔτι μᾶλλον ἠρέθιζέ τε καὶ λόγων ἐνέδραις τὸν ἄνθρωπον καταλαβὼν ἐκάκιζεν, οὔτε νύκτα οὔτε ἡμέραν τινὰ ἀνιείς, ἀνδρεῖόν τε καὶ ἀνδρόγυνον ἀπὸ καιροῦ γεγονότα ὠνείδιζεν. ἐπὶ μὲν γὰρ κακοῖς ἀλλοτρίοις γενναῖόν τε καὶ τῆς τυραννίδος διαλυτὴν αὐτὸν γεγονέναι, φίλον τε ὄντα καὶ ἑστιάτορα Γόνθαριν αὐτοχειρὶ λαβόντα κτεῖναι οὐδενὶ λόγῳ. ἐν δέ γε τῷ παρόντι ἀποδειλιάσαντα οὕτως ἀνάνδρως ἐνταῦθα καθῆσθαι, τῆς μὲν πατρίδος οἱ φρουρουμένης τε ἐνδελεχέστατα καὶ δασμοῖς ἐκτετηκυίας ἀήθεσι, τοῦ δὲ πατρὸς ἀνῃρημένου ἐπὶ ξυνθηκῶν τε καὶ ξυμβάσεως λόγῳ, παντὸς δὲ τοῦ ξυγγενοῦς δεδουλωμένου τε καὶ σκεδαννυμένου ἀεὶ πανταχόσε τῆς Ῥωμαίων ἀρχῆς. ἀλλὰ τούτων τοιούτων ὄντων αὐτῷ Ἀρταβάνης ἀποχρῆν οἴεται, εἰ στρατηγός τε Ῥωμαίων εἴη καὶ ὕπατος καλοῖτο μόνον. “Καὶ σὺ μὲν” ἔφη “ξυγγενεῖ τέ μοι ὄντι καὶ πεπονθότι ἀνήκεστα ἔργα οὐδαμῆ συναλγεῖς· ἐγὼ δέ σε οἰκτείρω τῆς ἐπ’ ἀμφοῖν ταῖν γυναικοῖν, ὦ βέλτιστε, τύχης, ἧς τε οὐ δέον ἐστέρησαι καὶ ᾗ ξυνοικεῖν ἠναγκάσθης. καίτοι οὐδένα εἰκός, ὅτῳ φρονήματος καὶ κατὰ βραχύ τινος μέτεστι, τὸν Ἰουστινιανοῦ ἀναδύεσθαι φόνον οὔτε ὀκνήσει οὔτε ὀρρωδίᾳ τινί, ὃς δὴ κάθηται ἀφύλακτος ἐς ἀεὶ ἐπὶ λέσχης τινὸς ἀωρὶ νύκτωρ, ὁμοῦ τοῖς τῶν ἱερέων ἐσχατογέρουσιν ἀνακυκλεῖν τὰ Χριστιανῶν λόγια σπουδὴν ἔχων.