Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ, Chapter 33
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 33.1
Not analysed yet
Ὑπὸ δὲ τὸν χρόνον τοῦ πολέμου τόνδε κύριοι τῆς ἑσπερίας οἱ βάρβαροι διαρρήδην ἐγένοντο πάσης. τοῖς τε Ῥωμαίοις ὁ Γοτθικὸς πόλεμος, καίπερ τὰ πρῶτα κατὰ κράτος νενικηκόσιν, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, ἐς τοῦτο ἀπεκρίθη, ὥστε οὐχ ὅσον σφίσι χρήματα καὶ σώματα ἐπ’ οὐδεμιᾷ ὀνήσει διεφθάρθαι πολλά, ἀλλὰ καὶ Ἰταλίαν προσαπολέσθαι, καὶ Ἰλλυριούς τε καὶ Θρᾷκας σχεδόν τι ξύμπαντας ἐπιδεῖν πρὸς τῶν βαρβάρων ἅτε ὁμόρων γεγενημένων δηιουμένους τε καὶ διαφθειρομένους οὐδενὶ κόσμῳ. ἐγένετο δὲ ὧδε.