Ancient Greek · ~7 min
34.11 to 34.20
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 34.11-20
Not analysed yet
καὶ παρὰ σοῦ μέντοι οὐδέν τι ἧσσον. ἡδέως ἂν οὖν πυθοίμεθα τούτων δὴ τῶν ἀνδρῶν τί ποτε ὑπὲρ τουτων αὐτοῖς ἐς Ῥωμαίους ἀγαθὸν εἴργασται. ἀλλ’ οὐκ ἂν ἔχοιεν οὐ μικρὸν ἢ μέγα εἰπεῖν· ἕως μὲν οὖν οὐκ εἶχον ἐφ’ ὅτῳ ἂν ὑμᾶς ἀδικοῖεν, οὐ γνώμῃ τινί, ἀλλ’ ἀπορίᾳ ἠναγκασμένοι ἡσυχῆ ἔμενον. τοῦ μὲν γὰρ Ἴστρου ἐπέκεινα προσποιεῖσθαι ὑμεῖς οὐδὲν ἠξιοῦτε, τὸ δὲ ἐνθένδε τὸ ἐκ Γότθων αὐτοὺς ἀνεσόβει δέος. τίς δ’ ἂν εὐγνωμοσύνην ποτὲ τὴν ἀδυναμίαν καλοίη; ποία δὲ φιλίας βεβαίωσις ἐν τῇ τοῦ ἐξαμαρτάνειν ἀμηχανίᾳ γενήσεται; οὐκ ἔστιν, ὦ βασιλεῦ, ταῦτα, οὐκ ἔστι. δύναμις γὰρ ἀνθρώπου φύσιν ἐνδείκνυται μόνη, ἐξάγουσα πᾶσιν ἐν δημοσίῳ τῇ τοῦ δρᾶν ἐξουσίᾳ τὸν τρόπον. ἰδοὺ γάρ, ἐπειδὴ τάχιστα Γήπαιδες εἶδον Γότθους μὲν ἐκ Δακίας ἀπεληλαμένους ἁπάσης, ὑμᾶς δὲ ἀσχολίᾳ τῇ πρὸς τοὺς πολεμίους ἐχομένους, πανταχόθι τῆς γῆς ἐπιβατεῦσαι τῆς ὑμετέρας οἱ μιαρώτατοι τετολμήκασι.” “Πῶς ἄν τις ἐφικέσθαι δύναιτο λόγῳ τῆς τοῦ πράγματος ἀτοπίας; οὐ κατεφρόνησαν τῆς Ῥωμαίων ἀρχῆς; οὐκ ἔλυσαν σπονδῶν τε καὶ συμμάχων θεσμούς; οὐχ ὕβρισαν εἰς οὓς ἥκιστα ἐχρῆν; οὐκ ἐβιάσαντο βασιλείαν ἦς δοῦλοι ἂν εὔξαιντο εἶναι, ἤν τις σχολὴ ὑμῖν ἐπ’ αὐτοῖς γένηται; Γήπαιδες, ὦ βασιλεῦ, Σίρμιον ἔχουσι καὶ Ῥωμαίους ἀνδραποδίζουσιν, ὅλην τε προσποιεῖσθαι Δακίαν αὐχοῦσι· τίνα πόλεμον ὑπὲρ ὑμῶν ποτε ἢ ξὺν ὑμῖν ἢ πρὸς ὑμᾶς αὐτοὺς νενικηκότες; ἢ τίνος ἀγωνίας ἆθλα τὴν χώραν ταύτην πεποιημένοι; καὶ ταῦτα ἔμμισθοι πρὸς ὑμῶν γεγονότες πολλάκις καὶ τὰ χρήματα, ὥσπερ εἴρηται, κεκομισμένοι χρόνον οὐκ ἴσμεν ὁπόσον ἄνω. καίτοι τῆς παρούσης αὐτῶν πρεσβείας οὐ γέγονε πρᾶξις μιαρωτέρα ἐκ τοῦ παντὸς χρόνου. ἐπειδὴ γὰρ ἡμᾶς πολεμησείοντας ἐπ’ αὐτοὺς εἶδον, ἐς Βυζάντιόν τε θαρσοῦσιν ἀφῖχθαι καὶ βασιλεῖ ἐς τοσόνδε περιυβρισμένῳ ἐς ὄψιν ἥκειν. ἴσως που καὶ ἀναιδείας περιουσίᾳ ἐς ξυμμαχίαν παρακαλέσουσιν ἐφ’ ἡμῖν τοῖς οὕτω κατεσπουδασμένοις ὑμῖν.