Ancient Greek · ~2 min
36.27 to 36.29
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 36.27-29
Not analysed yet
παῖδάς τε γὰρ καὶ γυναῖκας σφίσιν ἐν γῇ τῇ πατρῴᾳ ἔφασκον εἶναι, ὧνπερ χωρὶς βιοτεύειν οὐχ οἷοί τε εἶναι. οὕσπερ ὁ Τουτίλας ἅτε ἀληθιζομένους ἀποδεξάμενος, ἐφοδίοις τε δωρησάμενος καὶ παραπομποὺς ξυμπέμψας ἀφῆκε. καὶ ἄλλοι μέντοι τοῦ Ῥωμαίων στρατοῦ, ὅσοι καταφυγόντες ἐς τὰ τῆς πόλεως ἱερὰ ἔτυχον, ἐς τριακοσίους ὄντες, τὰ πιστὰ λαβόντες Τουτίλᾳ προσεχώρησαν. Ῥώμην δὲ οὔτε καθελεῖν οὔτε ἀπολιπεῖν τὸ λοιπὸν Τουτίλας ἤθελεν, ἀλλὰ Γότθους τε καὶ Ῥωμαίους τοὺς ἐκ τῆς συγκλήτου βουλῆς καὶ τοὺς ἄλλους ἅπαντας ξυνοικίζειν ἐνταῦθα ἔγνω ἐξ αἰτίας τοιᾶσδε.