Ancient Greek · ~7 min
36.9 to 36.17
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 36.9-17
Not analysed yet
οἷς δὴ ἐπέστελλε διὰ μὲν τοῦ Τιβέριδος ἐρέσσοντας ἐπίπροσθεν ἰέναι, ἐπειδὰν δὲ τοῦ περιβόλου ἄγχιστα ἥκωσι ταῖς σάλπιγξιν ἐνταῦθα ἠχεῖν δυνάμει τῇ πάσῃ. αὐτὸς δὲ τὸν Γότθων στρατὸν ἄγχιστα πύλης τῆς εἰρημένης, ἣ Παύλου τοῦ ἀποστόλου ἐπώνυμός ἐστι, λανθάνων τοὺς πολεμίους ἐν παρασκευῇ εἶχε. λογισάμενός τε ὡς ἤν τινες τοῦ Ῥωμαίων στρατοῦ ἅτε ἐν σκότῳ διαλαθόντες ἐκ τῆς πόλεως διαδρᾶναι οἷοί τε ὦσιν, ἴωσιν ἐς Κεντουκέλλας, ἐπεὶ ὀχύρωμα ἕτερον τῶν τῇδε χωρίων οὐδαμῆ σφίσιν ἐλέλειπτο, ἀνδρῶν μαχίμων ἐνέδραις τισὶ προλοχίζειν ἔγνω τὴν ἐνταῦθα ὁδὸν φέρουσαν, οἷς δὴ ἐπήγγελλε τοὺς φεύγοντας διαχρήσασθαι. οἱ μὲν οὖν ἐν τοῖς πλοίοις ὄντες, ἐπεὶ τῆς πόλεως ἄγχι ἐγένοντο, ἐχρῶντο ἤδη κατὰ τὰ σφίσιν ἐπηγγελμένα ταῖς σάλπιγξι. Ῥωμαῖοι δὲ καταπλαγέντες ἐς μέγα τε δέος καὶ θόρυβον καταστάντες ἐξαπιναίως ἀπολιπόντες οὐδενὶ λόγῳ τὰ σφέτερα φυλακτήρια ἐβοήθουν ἐνταῦθα δρόμῳ, τὴν ἐπιβουλὴν ἐς τὸ ἐκείνῃ τεῖχος εἶναι οἰόμενοι. μόνοι τε οἱ προδιδόντες Ἴσαυροι ἐπὶ τῇ αὐτῶν φυλακῇ μείναντες τάς τε πύλας κατ’ ἐξουσίαν ἀνέῳγον καὶ τῇ πόλει τοὺς πολεμίους ἐδέξαντο. καὶ πολὺς μὲν τῶν παραπεπτωκότων ἐνταῦθα γεγένηται φόνος, πολλοὶ δὲ φεύγοντες δι’ ἑτέρων πυλῶν ῳχοντο, οἱ δὲ τὴν ἐπὶ Κεντουκέλλας ἰόντες ὑπό τε τοῖς ἐνεδρεύουσι γενόμενοι διεφθάρησαν. ὀλίγοι μέντοι αὐτῶν διέφυγον μόλις, ἐν οἷς καὶ Διογένην πληγέντα φασὶ διασεσῶσθαι. Ἦν δέ τις ἐν τῷ Ῥωμαίων στρατῷ Παῦλος μὲν ὄνομα, Κίλιξ δὲ γένος, ὃς τὰ μὲν πρῶτα ἐφειστήκει τῇ Βελισαρίου οἰκίᾳ, ὕστερον δὲ καταλόγου ἱππικοῦ ἄρχων ἔς τε Ἰταλίαν ἐστράτευσε καὶ ξὺν τῷ Διογένει ἐπὶ τῷ Ῥώμης φυλακτηρίῳ ἐτέτακτο. οὗτος ὁ Παῦλος, ἁλισκομένης τότε τῆς πόλεως, ξὺν ἱππεῦσι τετρακοσίοις ἔς τε τὸν Ἀδριανοῦ τάφον ἀνέδραμε καὶ τὴν γέφυραν ἔσχε τὴν ἐς Πέτρου τοῦ ἀποστόλου τὸν νεὼν φέρουσαν.