Ancient Greek · ~7 min
37.13 to 37.23
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 37.13-23
Not analysed yet
ἀδύνατον γὰρ Ἰουστινιανὸν τὸ λοιπὸν εἶναι πόλεμον πρὸς Γότθους τόνδε διενεγκεῖν, εἴ τῳ ἱκανὰ τεκμηριῶσαι τὰ χρόνου τοσούτου ἐπὶ τῆς Ῥώμης ξυμβάντα. αἵρεσιν οὖν προὐτείνετο ἑλέσθαι ὁποτέραν ἂν αὐτοὶ βούλοιντο, ἢ ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ τῷ Γότθων στρατῷ ἀναμίγνυσθαι, ἢ κακῶν ἀπαθέσιν ἐνθένδε ἀπαλλασσομένοις ἐπὶ Βυζαντίου κομίζεσθαι. Ῥωμαῖοι δὲ καὶ Διογένης οὔτε μάχῃ διακρίνεσθαι βουλομένοις σφίσιν αὐτοῖς ἔφασκον εἶναι οὔτε μέντοι ἀναμίγνυσθαι τῷ Γότθων στρατῷ, ἐπεὶ παίδων τε καὶ γυναικῶν τῶν σφετέρων χωρὶς βιοτεύειν οὐκ ἂν δύναιντο. πόλιν δέ, ἧσπερ φυλακὴν ἔχουσιν, ἐν μὲν τῷ παρόντι λόγῳ τινὶ εὐπρεπεῖ ἐνδοῦναι οὐδαμῆ ἔχειν, ἐπεὶ οὐδέ τις σκῆψις αὐτοῖς, ἄλλως τε καὶ παρὰ βασιλέα στέλλεσθαι βουλομένοις, τανῦν πάρεστιν· ἐς χρόνον δὲ ἀναβαλέσθαι τινὰ τὴν πρᾶξιν ἐδέοντο, ἐφ’ ᾧ βασιλεῖ μὲν ἐν τούτῳ τὰ σφίσι παρόντα σημήνωσιν, οὐδεμιᾶς δὲ μεταξὺ βοηθείας ἐκ βασιλέως ἐνταῦθα ἰούσης οὕτω δὴ ἀπαλλάσσοιντο, Γότθοις μὲν τὴν πόλιν ἐνδόντες, οὐκ ἀπροφάσιστον δὲ αὐτοὶ τὴν ἀναχώρησιν ποιησάμενοι. ταῦτα ἐπεὶ Τουτίλαν ἤρεσκε, τακτὴ ἡμέρα ξυνέκειτο, ἄνδρες δὲ τριάκοντα ἑκατέρωθεν ἐν ὁμήρων λόγῳ ἐπὶ τῇ ὁμολογίᾳ δέδονται ταύτῃ καὶ Γότθοι τὴν προσεδρείαν διαλύσαντες ἐπὶ Σικελίας ἐχώρησαν. Ἐπεὶ δὲ ἀφίκοντο ἐς τὸ Ῥήγιον, οὐ πρότερον διέβησαν τὸν τῇδε πορθμόν, ἕως φρουρίου τοῦ ἐν Ῥηγίῳ ἀπεπειράσαντο. ἦρχον δὲ τοῦ ἐνταῦθα φυλακτηρίου Θουριμούθ τε καὶ Ἱμέριος, οὕσπερ Βελισάριος ἐνταῦθα καταστησάμενος ἔτυχεν. οἵπερ ἐπεὶ πολλούς τε καὶ ἀρίστους ξὺν αὑτοῖς εἶχον, τειχομαχοῦντάς τε ἀπεκρούσαντο τοὺς πολεμίους καὶ ἐπεξελθόντες τὸ πλέον ἐν ξυμβολῇ ἔσχον. ὕστερον μέντοι πλήθει τῶν ἐναντίων παρὰ πολὺ ἐλασσούμενοι ἐντὸς τοῦ περιβόλου κατακλεισθέντες ἡσύχαζον. Τουτίλας δὲ μοῖραν μὲν τοῦ Γότθων στρατοῦ αὐτοῦ εἴασε φρουρᾶς ἕνεκα, τῶν ἐπιτηδείων τῇ ἀπορίᾳ χρόνῳ ὑστέρῳ ἐξαιρήσειν καραδοκῶν τοὺς ταύτῃ Ῥωμαίους, ἐς δὲ Ταραντηνοὺς στράτευμα πέμψας τὸ ἐκείνῃ φρούριον παρεστήσατο οὐδενὶ πόνῳ· καὶ Γότθοι δὲ οὕσπερ ἐλίπετο ἐν Πικηνῶν τῇ χώρᾳ πόλιν Ἀρίμινον τηνικάδε προδοσίᾳ εἷλον.